Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λεχθεὶς ἐν Ἀντιοχείᾳ, περιέχων ἐν τῷ τέλει ἠθικὸν πάνυ ὠφέλιμον. Πάτερ εὐλόγησον.
Φαιδρὸν ἡμῖν σήμερον τὸ θέατρον
καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος·
τί ποτε ἄρα τὸ αἴτιον;
ὅταν τὰς εὐαγγελικὰς ἑρμηνεύωμεν ῥήσεις,
μεστὴ γίνεται ἡ ἐκκλησία τῷ πλήθει τῶν ἀκροατῶν·
καὶ γάρ, ἀγαπητοί, ὅταν Παρθένος εὐαγγελίζεται,
τότε τῆς οἰκουμένης σωτηρία γίνεται.
Ἀλλ' ἐπειδή τινες ἐθρύλησαν περὶ τοῦ ἀρτίως ἀναγνωσθέντος,
ὅτι διατί τὸ μὴ συντεῖνον εἰς τὴν παροῦσαν πανήγυριν νῦν προσεφωνήσαμεν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην τοῖς θεσπίσμασι τῆς ἱερωσύνης ἄγεσθαι, καὶ μηδὲν ἀμφιβάλλειν τῶν παρὰ τῶν πατέρων θεσπιζομένων.
Ἐπεὶ δὲ τὰ πρόβατα τοῖς ποιμέσιν ἀνθίστανται, δίκαιόν ἐστιν ἡμᾶς παραστῆσαι τὸν χρόνον, ὅτε Συμεὼν τὸν Κύριον ὑπεδέξατο.
Ἀλλὰ προσέχετέ μοι μετὰ πάσης ἀκριβείας·
βούλομαι γὰρ σαφεστέραν τὴν διδασκαλίαν ποιῆσαι,
ἵνα εὐσύνοπτα ᾖ τοῖς ἀκροαταῖς τὰ λεγόμενα.
Ἡ οὖν μακαρία Παρθένος ἡ Θεοστόκος Μαρία τῷ δεκεμβρίῳ μηνὶ τέτοκε τὸν Κύριον, καθὼς ἀπεπείσαμεν ἐν Ἀντιοχείᾳ πάντας τοὺς ἀντιλέγοντας ὅτε τὴν τοῦ Προδρόμου σύλληψιν καὶ τὴν τοῦ Ζαχαρίου σιωπὴν ὑμῖν ἐξηγούμεθα, καθὼς μέμνηνται οἱ φιλόπονοι τῶν γραφῶν, ὅτε καὶ παλαιὰς μαρτυρίας εἰς μέσον ἠγάγομεν συμφωνούσας τοῖς εὐαγγελικοῖς ῥήμασιν.
Ἀρίθμησον τοίνυν ἀπὸ τῆς Χριστοῦ γεννήσεως μέχρι τοῦ νῦν,
πόσαι ἡμέραι τυγχάνουσι·
τουτέστιν ἀπὸ εἰκάδος πεμπτῆς τοῦ δεκεμβρίου μηνὸς
μεχρὶ τῆς δεῦρο· τοῦ δεκεμβρίου ἀναπλήρωσον ἡμέρας ἑπτά, συμμετρῶν καὶ αὐτὴν τὴν ἡμέραν ὅτε ἡ Παρθένος τέτοκε, καὶ τριάκοντα καὶ μίαν τοῦ ἰαννουαρίου, καὶ δύο τούτου τοῦ ἐνεστῶτος μηνός, καὶ γίνονται ἡμέραι τεσσαράκοντα.
Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος σαρκωθεὶς ἐκ τῆς ἁγίας παρθένου, ἐσπούδασεν ἐν τῇ ἰδίᾳ σαρκὶ ἀναδέξασθαι τὸν νόμον, ἵνα πλήρωμα δῷ αὐτὸν καὶ οὕτως τῆς χάριτος ἄρξηται διδόναι τὰς δωρεάς.
Καὶ γὰρ τοῦτο ἀληθῶς τῆς πανσόφου ἐστὶν οἰκονομίας τοῦ Κυρίου, ἀναδέξασθαι τὰ τοῦ νόμου κελεύσματα ἐν τῇ οἰκείᾳ σαρκί, ἵνα δείξῃ τὸν νόμον τύπον καὶ σκιὰν τοῦ πνεύματος καὶ τῆς χάριτος.
Καὶ ὅτι ἅπαντα προφητικῶς ὁ νόμος ἐκήρυττεν,
ἄκουσον τοῦ Παύλου λέγοντος·
"ὁ νόμος πνευματικός ἐστι", καὶ πάλιν·
"ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν".
Ἐπεὶ οὖν ὁ Χριστὸς, καθὼς προείρηται, πάντα τὰ τοῦ νόμου ἐσπούδαζε ποιῆσαι, ἵνα δῷ τέλος τῷ νόμῳ καὶ ἄρξηται τῆς χάριτος διδόναι τὰς δωρεάς, δείξας τε τὸν νόμον τύπον καὶ σκιὰν εἶναι αὐτὸν τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος,
ἀκούσωμεν αὐτοῦ τοῦ νόμου βοῶντος·
"Ἐλάλησε γὰρ Κύριος" φησι, "τῷ Μωσεῖ λέγων·
γυνή τις ἐὰν σπερματισθῇ κοίτην σπέρματος καὶ τέκῃ υἱόν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας·
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὸ παιδίον τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, καὶ καθίσεται ἐν αἵματι καὶ καθαρῷ αὐτῆς τριάκοντα καὶ τρεῖς ἡμέρας",
Ἡ οὖν ἡμέρα ἐν ᾗ ἔξεστι περιτμηθῆναι τὸ βρέφος μία ἐστὶ τῶν τριάκοντα τριῶν ἡμερῶν.
Ἀρίθμησον οὖν ἑπτὰ ἡμέρας τῆς ἀκαθαρσίας, καὶ τριάκοντα τρεῖς τῆς καθάρσεως, καὶ γίνονται τεσσαράκοντα ἡμέραι·
ἰδοὺ οὖν μέχρι τῆς σήμερον ἀπὸ εἰκάδος πέμπτης τοῦ δεκεμβρίου μηνὸς τεσσαράκοντα ἡμέραι εἰσίν.
Ἐπεὶ οὖν ἀπεπείσαμεν τὴν ὑμετέραν ἀγάπην περὶ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν καὶ τῆς τοῦ νόμου φύσεως, ἐλευσώμεθα εἰς τὸν Συμεὼν τὸν ἐπὶ γῆς βαδίζοντα καὶ μετὰ ἀγγέλων χορεύοντα.
Ἐὰν δὲ ἀκμὴν ἀμφιβάλλῃς ὅτι οὐ πάντως κατὰ τὸν νόμον ἡ Παρθένος ἐποίησεν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής·
"Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου·
ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται".
Ἴδε οὖν αὐτὸς πείθει ἡμᾶς ὁ εὐαγγελιστής·
ἐτέλεσε τὰς τεσσαράκοντα ἡμέρας κατὰ τὸν νόμον Μωυσέως.
Καὶ τότε "ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ", τουτέστι τῷ πατρί, τὸν μηδέπω χωρισθέντα τοῦ πατρός·
"ἀνήγαγον παραστῆσαι τῷ Κυρίῳ" τὸν Κύριον πάντων τῶν αἰώνων·
"ἀνήγαγον παραστῆσαι" τὸν σύνθρονον τοῦ πατρός,
ᾧ τὰ Χερουβὶμ παρίστανται μετὰ φόβου·
"ἀνήγαγόν" φησιν ὁ εὐαγγελιστὴς "παραστῆσαι τῷ Κυρίῳ καθὼς γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν
ἅγιον τῷ Κυρίῳ κληθήσεται".
Διατί δὲ ἄρα τὸ τοῦ νόμου ἐποιεῖ ὁ Κύριος ἐλθών;
ἵνα παραγάγῃ τὸν νόμον, ἴδιον γὰρ τῆς τοῦ θεοῦ σοφίας
καὶ προγνώσεως τοῦτο.
Ἀπέκλειε γὰρ διά τε τῶν γραμμάτων, διά τε τῶν λόγων,
τὰς αὐτῶν κακονοίας, λέγων
"Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἀλλὰ πληρῶσαι τοῦτον".
Οὐδὲ γὰρ ὤκνησαν οἱ Ἰουδαῖοι κατηγορίας ἐφευρίσκειν κατὰ τοῦ Κυρίου, διὸ καὶ τὰ τοῦ νόμου ἐντάλματα ποιῶν, καὶ οὕτως ὑπ' αὐτῶν ἠτιμάζετο.
Εἰ δὲ τὰ τοῦ νόμου μὴ ἐποίει, τίς ἄρα ἐπέκλειεν αὐτῶν τὰ ἀναίσχυντα στόματα τοιαῦτα μελλόντων λέγειν, ὅτι ἐξ ἀτονίας τινὸς μὴ ἰσχύων τὰ τοῦ νόμου ποιεῖν κελεύσματα, ἄλλον τινὰ ἐφευρίσκει ἐλαφρὸν νόμον κηρύττειν, μὴ ἰσχύων αὐτὸς τὰ τοῦ νόμου ποιεῖν ἢ πράττειν;
Ὅμως μέντοι οὐκ ἐξακολουθεῖ τοῖς λόγοις αὐτῶν, ἐπειδὴ πολλὰ τῆς σωτηρίας καὶ τῆς οἰκονομίας ἡμῶν ἕνεκεν ἐποιεῖ μυστήρια·
ὅμως ἔσπευδε κἀκείνων τὴν σωτηρίαν ἐπισπάσασθαι καὶ πρὸς ἡμᾶς ἐκπληρῶσαι τὸ τῆς οἰκονομίας μυστήριον.
Τὸ γὰρ πράττειν αὐτὸν τὰ τοῦ νόμου οὐδὲν ἑτερόν ἐστιν ἢ ἵνα πλήρωμα δῷ τῷ νόμῳ, τῆς δὲ χάριτος ἄρξηται διδόναι τὰς δωρεάς.
Οὐ μὴν δὲ τοῦτο μόνον τύπον καὶ σκιὰν εἶναι τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος.
Καὶ ἀνέλαβεν ὁ Θεὸς λόγος ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου καὶ κλείσας νόμον ἤνοιξε διὰ τῆς οἰκείας εὐσπλαγχνίας τὰ τῆς δωρεᾶς χαρίσματα.
Τοίνυν θαυμάσωμεν τοῦ Παύλου βοῶντος·
"Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνιάστοι αἱ ὁδοὶ αὐτοῦ".
Καὶ ὁ Χριστὸς βοᾷ·
"Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι".
Ἀληθῶς γὰρ ἦλθεν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς ἀναδέξασθαι ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου, οὐκ ἄνωθέν ποθεν κατενέγκας τὴν σάρκα, ἀλλ' εἰσελθὼν ἐν τῇ μήτρᾳ τῆς Παρθένου καὶ σαρκωθεὶς ἐξ αὐτῆς·
οὐ προϋπάρξαντος βρέφους, ἀλλὰ μετὰ τὸ εἰσελθεῖν ἐν τῇ κοιλίᾳ αὐτῆς τότε ἐκ τῶν τῆς παρθένου μελῶν σαρκωθεὶς ἄνευ σπορᾶς.
Ἡ δὲ Παναγία Παρθένος ἐκ πνεύματος ἁγίου συλλαβοῦσα τοῦτον, ὃν τὰ σύμπαντα χωρῆσαι οὐκ ἠδύναντο, ἔτεκεν αὐτὸν σαρκωθέντα.
Ὢ τοῦ φοβεροῦ καὶ φρικτοῦ μυστηρίου τὸ θαῦμα·
τίς ἀκούσας οὐκ ἐκπλάγει;
τίς ἐννοήσας οὐ θαυμάσειεν; ὅτι ὃν τὰ σύμπαντα οὐκ ἐχώρησε μήτρα παρθενικὴ ἐχώρησεν.
Ἐπεὶ οὖν ἔχει ὁ νόμος ἀμνὸν ἐνιαύσιον συνεισφέρειν τὴν τικτοῦσαν εἰς ὁλοκαύτωσιν, καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, τὸν μὲν ἀμνὸν οὐ συνεισήγαγε, διὰ τὸ μὴ ἔχειν κατὰ χεῖρας.
Ὄντως γὰρ καὶ ὁ νόμος λέγει·
"Ἐὰν δὲ μὴ εὐπορῇ ἡ χεὶρ αὐτῶν, συνοίσουσι δύο τρυγόνας ἢ τοὺς δύο νεοσσοὺς τῶν περιστερῶν".
Εἶδες ποῦ Θεὸς ἐνῴκησεν ὁ μόνος πλούσιος;
ὁρᾷς εἰς ποίαν πενίαν καὶ πτωχείαν κατῆλθε;
καὶ τοιαύτην πενίαν ὥστε μηδὲ ἑὼς ἀμνοῦ εὐπορεῖν τὴν παρθένον;
γνῶθι οὖν ποῦ Θεὸς ἐνοικεῖ, οὐκ εἰς πολύπλουτον γυναῖκα χρήμασι βεβυθισμένην, ἀλλ' εἰς πλοῦτον ἐναρέτου ψυχῆς.
Οἱ γονεῖς δὲ οἱ καθ' ἡμᾶς, ἡνίκα ἂν μέλλωσι τοὺς ἰδίους παῖδας γυναικὶ συζεῦξαι, ἐρευνῶσι ποῦ τίς κόρη ἐστὶ πλουσία ἔχουσα χρημάτων ὄγχους, εἶτα εἰ ἔστιν εὔοπτος καὶ περικαλλής, καὶ οὐκ ἐξερευνῶσιν εἰ ἔστι σώφρων ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ πλοῦτον τὸν ἀεὶ ἀναπτεροῦντα τὰς ψυχὰς τῶν νέων, καὶ τὴν εὐοψίαν τὴν εὐόλισθον, ἥτις μετὰ μικρὸν θρήνους τῷ ἀνδρὶ προξενεῖ.
Μιμησώμεθα οὖν τὸν Κύριον καὶ Δεσπότην τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ πάντα ποιήσαντα εἰς τύπον καὶ σωτηρίαν ἡμῶν. Ἡ οὖν μακαρία Μαρία ἡ Θεοτόκος ὑπὲρ πάσαν φύσιν ἀνθρωπίνην τὴν σωφροσύνην ἐφύλαξε, καὶ διὰ τοῦτο τὸν Κύριον ἐν γαστρὶ συνέλαβεν.
Εἰ δὲ ἦν που τίς ἄλλη Παρθένος ὑπὲρ ταύτην τὴν παρθένον τῇ σωφροσύνῃ κεκοσμημένη, πάντως ἂν αὐτὴν παραγαγὼν ὁ Κύριος εἰς αὐτὴν ἐνῴκει.
Ἐπειδὴ οὖν αὐτὸς ἦν ὁ ἀμνὸς ὁ θυόμενος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ὁ ἀμνὸς ὁ ἄμωμος καθὼς καὶ Ἰωάννης ἀμνὸν αὐτὸν ἐκελάδει, οὐ χρεία ἦν ἀμνοῦ ἑτέρου.
Ἀληθῆ γὰρ τὰ Παύλου ῥήματα·
"ἀδύνατον γάρ", φησιν, "αἷμα τράγων καὶ ταύρων ἀφελεῖν ἁμαρτίας".
Περὶ δὲ τῆς τοῦ ἀμνοῦ σφαγῆς οὕτως βοᾷ ὁ συγκορυφαῖος τοῦ Παύλου Πέτρος λέγων·
"Οὗ τῷ μώλωπι αὐτοῦ ἰάθημεν".
Ἐπεὶ οὖν αὐτὸς ἦν ἀμνὸς ὃν διὰ τῶν γραμμάτων προετύπου ὁ νόμος, τίς χρεία ἀμνοῦ ἑτέρου αὐτοῦ τοῦ ἀληθινοῦ εὑρισκομένου.
Τίνα οὖν δέοι λαβεῖν τὰς δύο διαθήκας, τὴν μὲν γὰρ μίαν προστάττει ὁ νόμος εἰς ὁλοκαύτωσιν προσφέρεσθαι, τὴν δὲ ἑτέραν ὑπὲρ ἁμαρτιῶν.
Εἰ δὲ βούλεσθε, μετενέγκωμεν αὐτὸ εἰς τὸ τῆς οἰκονομίας μυστήριον.
Ἀληθῶς γὰρ ἐσταυρώθη ὁ τοῦ Θεοῦ λόγος, ἐν τῇ οἰκείᾳ σαρκὶ τὰς διατρήσεις λαμβάνων τῶν ἥλων καὶ θυόμενος, κατὰ δὲ τὴν θεότητα τὴν ἄφεσιν τῶν πταισμάτων τοῖς πᾶσι χαριζόμενος.
Εἰ δέ τις ἀμφιβάλλοι ὅτι εἶπον·
Ὁ Θεὸς ἐσταύρωται ἐν σαρκὶ, ἐγὼ οἶδα τὸν ἐπὶ τοῦ σταυροῦ τὸν ἥλιον σκοτίσαντα, καὶ τοὺς νεκροὺς ἐγείραντα ἐκ τῶν μνημάτων, καὶ αὐτοῦ νεκρουμένου τὸ καταπέτασμα σχιζόμενον καὶ τὴν πλευρὰν νυττομένου, καὶ τὴν κεφαλὴν κλίναντος, τὸν θάνατον ἀπολλύμενον, τὰς διατρήσεις τῶν ἥλων λαβόντα, καὶ τὸν ἑκατόνταρχον βοῶντα·
"Ἀληθῶς Υἱὸς Θεοῦ ἐστὶν οὗτος".
Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες ὅτι οὐκ ἐσταυρώθη ὁ Υἱὸς τοῦ Θεοῦ;
ὁ ἄπιστος πιστεύει, καὶ οἱ δοκοῦντες πιστεύειν ἀπιστοῦσι τὴν περὶ αὐτῶν οἰκονομίαν, μᾶλλον δὲ τὴν ὑπὲρ ὅλου τοῦ κόσμου γενομένην ἀθετοῦσιν.
Ἐλευσώμεθα δὴ πρὸς τὸν Συμεὼν τὸν τοσούτῳ πόθῳ κρατούμενον εἰς τὴν τοῦ Κυρίου ἀγάπην, οὗ θεωρήσασα τὸ θερμὸν τῆς πίστεως ἡ τοῦ πνεύματος χάρις διεβεβαιώσατο αὐτὸν "μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν Κυρίου".
Καὶ γὰρ δοκεῖ μοι θεωρεῖν αὐτὸν καθεζόμενον ἐν Ἱερουσαλὴμ καὶ ἀναμένοντα τὸν Κύριον Ἰησοῦν τὸν αὐτῷ προσδοκώμενον.
Καὶ ἀναβαίνοντα εἰς Ἱεροσόλυμα τῆς τε παναγίας παρθένου καὶ τοῦ ταύτης Υἱοῦ καὶ Θεοῦ ἡμῶν, νυχθεὶς ὁ Συμεὼν ὑπὸ τῆς τοῦ πνεύματος χάριτος ὅτι ὅντινα ζητεῖ ἐν τῷ ἱερῷ ἐστίν, ἀναστὰς ἔτρεχεν ἐπὶ τὸ ἱερόν.
Καὶ ὅρα μοι αὐτόν, ἀγαπητέ, τὰς χεῖρας προπέμποντα καὶ ὅλον ἑαυτὸν ἐκδιδόντα πρὸς δρόμον.
Ἦν γὰρ ἰδεῖν γέροντα ἀγωνιῶντα καὶ τοὺς πόδας καταναγκαζομένους τοῦ τρέχειν καὶ μὴ δυναμένους κατακολουθεῖν τῇ προθυμίᾳ τῆς ψυχῆς·
καὶ ἐπληροῦτο ἐν αὐτῷ τὸ λόγιον τὸ φάσκον.
"Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου",
"Καὶ ἦλθε", φησίν,
"ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν·
καὶ ἐν τῷ τοὺς γονεῖς εἰσαγαγεῖν τὸ παιδίον εἰς τὸ ἱερὸν τοῦ ποιῆσαι αὐτοῖς κατὰ τὸ εἰθίσμενον τῷ νόμῳ, καὶ αὐτὸς"
δραμὼν ἐπεσπάσατο αὐτὸν, πρὸς ἑαυτὸν δὲ
"δεξάμενος εἰς τὰς ἀγκάλας αὐτοῦ"
ἀνεφώνησε λέγων
"Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ".
Πορεύομαι γὰρ ἀπὸ τοῦ νῦν τοῖς εἰς τὸν ᾅδην εὐαγγελίσασθαι ὅτι ἐτέχθη ὁ τὸν θάνατον λύων.
Καὶ πῶς ἐτόλμησας, ὢ Συμεών, Θεὸν βαστάσαι, ὃν τὰ Χερουβὶμ τρέμει;
εἰκότως φησί·
"Διὰ τοῦτο ἐνηνθρώπησεν, οὐχ ἵνα μόνον ὑπ' ἐμοῦ βασταχθῇ, ἀλλ' ἵνα καὶ ὑπὲρ ἐμοῦ σταυρωθῇ.
Πορεύομαι δὲ δεῖξαι τοῖς ἐν ᾅδῃ τὰς ἐμὰς ἀγκάλας μαρτυρούσας τοῖς ἐμοῖς λόγοις διὰ τῶν πραγμάτων καὶ ἀσφαλῆ τὰ εὐαγγέλια βεβαιῶν.
Οὐκ ἔτι δειλιῶ τὸν θάνατον, νῦν γὰρ μετὰ χαρᾶς πορεύομαι, ἐμοῖς ὀφθαλμοῖς θεωρῶν τὴν ἀνάστασιν·
ἐκεῖ γὰρ περιμένω αὐτὸν ἔρχεσθαι κἀκεῖθεν ἐγείρας με μετὰ πάντων ἀτελεύτητον ζωὴν χαρίσηται".
Καὶ βλέπε τὴν τούτου μεγαλοφροσύνην προαναφωνοῦντα τὰ τοῦ Παύλου λόγια· ἐκεῖνος γάρ φησιν·
"ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ".
Τουτέστιν ἐπάρας τὸ μεσότοιχον τοῦ φραγμοῦ, ὅ ἐστι νόμος·
φραγμὸς γὰρ τῶν Ἰουδαίων ὁ νόμος λέγεται διὰ τὸ μὴ συγχωρεῖν τὸν Ἰουδαῖον εὑρίσκεσθαι μετὰ ἐθνικοῦ.
Ἐπειδὴ οὖν ἐλθὼν ὁ Κύριος ἦρεν αὐτὸν καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἐποίησε τὰ ἀμφότερα ἕν, τά τε τῶν Ἰουδαίων γένη καὶ τὰ τῶν ἐθνῶν πλήθη εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ, καὶ μίαν καὶ τὴν αὐτὴν χάριν τοῖς πᾶσι ἐδωρήσατο.
Διὰ τοῦτο φησὶ καὶ ὁ Συμεὼν "Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ".
Ὢ πολιὰ φρονήσει συμπεπλεγμένη, ὢ γῆρας βίῳ ἀκηλιδότῳ λαμπρυνόμενον·
ὢ προφήτης ἄριστος, δοχεῖον τοῦ ἁγίου πνεύματος γεγονώς.
Τοῦτον μιμήσασθε, ὅσοι τῷ βίῳ προέβητε· οὗτος γὰρ τὸν Κύριον ὑπεδέξατο·
οὐδὲν δὲ κωλύει καὶ ἡμᾶς θρόνους εἶναι τοῦ ἁγίου πνεύματος, ἐὰν τούτου τὸν βίον μιμησώμεθα.
Καὶ πῶς ἄρα γένοιτ' ἂν τοῦτο, ἐν μέθαις καὶ ἐν θεάτροις καὶ κύβοις διημερευόντων ἡμῶν, ἐν ᾧ "τῆς ἀσωτίας ἡ ἀνάχυσις" γίνεται.
Ὁ Συμεὼν ταῦτα οὐκ ἔπραττεν, ἀλλὰ τοὐναντίον.
Σὺ μὲν γὰρ τρέχεις ἐν μέθαις καὶ κύβοις, αὐτὸς δὲ ἐν τῷ ἱερῷ·
σῦ τὰ θεάτρα περισκοπεῖς, οὗτος δὲ εἰς θεωρίας πνευματικὰς ἐσχόλαζε·
σὺ πρὸς ἐπιθυμίαν αἰσχρὰν τὸν νοῦν αἰχμαλωτίζεις, οὗτος δὲ ὡς γενναῖος ἀθλητὴς πρὸς τὰ τοιαῦτα ἀντεπάλαιε.
Μὴ αἰσχύνου ἐλεγχόμενος ἀλλὰ μᾶλλον κατανύγηθι ἀκούων.
Εἰ γὰρ βούλει τὸ γραμματεῖον τῆς ἀφέσεως τῶν ἁμαρτιῶν λαβὼν οὕτως ἐντεῦθεν ἐξελθεῖν, μὴ προβάλλου μοι ὄκνον, ἀλλὰ δὸς θερμῇ τῇ ψυχῇ σεαυτὸν στενάξας πικρῶς ἐφ' οἷς ἔπραξας, καὶ καθομολογήσας τῷ δεσπότῃ μηκέτι τοῖς αὐτοῖς εὑρίσκεσθαι.
Ἔκτοτε ἀσφαλῶς ἔχε, ὅτι καὶ σὺ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τὴν δωρεὰν ἔλαβες, καὶ μηδέπω ἀπογνῷς σεαυτόν.
Οὐ χαλεπὸν ἡ ἁμαρτία ὡς χαλεπὸν ἡ ἀπόγνωσις.
Ἀλλὰ πλειστάκις, φησί, πτάισας μετενόησα, καὶ πάλιν τοῖς αὐτοῖς περιέπεσα, καὶ τί ποιῆσαι οὐκ οἶδα·
καὶ τοῦτο λογίζομαι, ὅτι ἀπέστραπταί μοι ὁ Θεός.
Ἄκουσον, ἀγαπητέ, περὶ τούτου. οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται ἢ ἐκ τοῦ μὴ τῆς γραφῆς σε ἀκουέιν μηδὲ σχολάζειν σε τῇ ἐκκλησίᾳ τῇ λεγούσῃ·
"Θεὸς κακῶν ἀπείραστος·
ἕκαστος γὰρ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος".
Μικρὸν γὰρ ἄρτι κλαυθμυρίζων, καὶ μετὰ τὸ ἐξιέναι σε τῆς ἐκκλησίας μηκέτι μνημονεύων τῶν παραινέσεων ὧν ἀκήκοας, ἀλλὰ πρὸς μετεωρισμοὺς σεαυτὸν ἐκδούς, πῶς οὐχὶ ἄρα παραπτώματι περιπέσῃς, εἰπέ μοι;
Ἀλλὰ κάτεχέ μου τοὺς λόγους, καὶ σχόλαζε τῇ εὐχῇ, τῇ εὐποιΐᾳ δαψιλῶς κεχρημένος, καὶ μετὰ ὁσίων ἀνδρῶν διάγων, μηκέτι πρὸς ἀδηφαγίαν σεαυτὸν ἐκδῷς·
μὴ ῥεμβέσθω ὁ ὀφθαλμός σου ἄκαιρα·
μὴ λογιζέτω ἡ καρδία σου κενὰ καὶ μάταια·
κέκτησο τὴν ταπείνωσιν·
αὔξανον πρὸς τὴν ἀγάπην·
"τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἑτέραν"·
ἀγγαρευόμενος προστίθει·
"μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας"·
μηκέτι ὅρκος διὰ τοῦ στόματός σου διερχέσθω, ἀλλὰ βόα μετὰ τοῦ Παύλου·
"Ἐσταύρωμαι τῷ κόσμῳ καὶ ὁ κόσμος ἐμοί".
Ἔχε τοίνυν ἀσφαλεῖς τὰς παραδόσεις τῶν ἁγίων ἀποστόλων καὶ τῶν πατέρων, ταῖς ἀναγνώσεσι τῶν θείων γραφῶν σχόλαζε·
ἀσφαλῆ καὶ ἑδραῖα καὶ ἀμετακίνητα τὰ θεῖα λόγια φύλασσε ἐν τῇ καρδίᾳ σου.
Τότε οὖν πεπεισμένος ἔσο ὅτε καὶ τὴν συγχώρησιν τῶν πταισμάτων εἴληφας.
Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἠγνόησας τὸν δεσπότην, καὶ τὰς ἐναντίας δυνάμεις ἐφαίδρυνας τῇ ἀπωλείᾳ σου, σπούδασον κἂν ἀπὸ τοῦ νῦν μακροθυμήσαντα ἐπὶ σοὶ τὸν δεσπότην τὸν γνώριμόν σε γενέσθαι πρὸς αὐτὸν διὰ μετανοίας, καὶ τοὺς μηδέποτε χαροποιηθέντας ἀγγέλους ἐπὶ σοὶ νῦν διὰ τῆς πρὸς τὸν δεσπότην ἐπανόδου χαροποίησον·
εὐφροσύνην ποίησον ἐν τῷ οὐρανῷ, καὶ ἀσφάλισαι σεαυτόν, μηκέτι τοῖς αὐτοῖς εὑρισκόμενος· ἐπεὶ σὺ λογισθήσῃ καθάπερ "κύων ἐπιστρέφων ἐπὶ τὸν ἴδιον ἔμετον", ἵνα μὴ ἀκούσῃς καὶ σὺ τοῦ ἀποστόλου Πέτρου βοῶντος·
"Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνόντας εἰς τὰ ὀπίσω ἐπανακάμψαι πάλιν ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς".
Λαβὼν οὖν τὴν ἄφεσιν τῶν πταισμάτων καὶ τὴν λαμπρὰν ἐσθῆτα τῆς σωφροσύνης, καρπίζον τὰς τοῦ παραδείσου τρυφάς, θαυμάζων τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὅτι ἐν ποίᾳ δυσωδίᾳ τῶν ἔργων καὶ ἀμαυρότητι ψυχῆς εἰσῆλθες ἐνταῦθα, καὶ πῶς εὐώδης καὶ λαμπρὸς κατέστης διὰ τῆς μετανοίας καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν λαβὼν ἐξέρχῃ.
Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μὴ ῥυπῶσαι τὴν στολὴν τὴν νυμφικήν, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῆς μετανοίας λαμπρῦναι αὐτήν. Εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν.
Τί γάρ φησιν ὁ δίκαιος Συμεὼν πρὸς τὴν ἄχραντον παρθένον;
"Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία".
Τίνα ἄρα λέγει εἶναι τὴν ῥομφαίαν ἢ πάντως τὰς προσβολὰς τοῦ ἐχθροῦ;
Καὶ ποῦ, φησίν, ἡ Παρθένος ἐδέξατο ῥομφαίαν; ὅτε ἐπὶ τοῦ σταυροῦ παρειστήκει.
Καὶ πῶς ἄρα ταύτην ἐδέξατο; πῶς;
ἐγὼ λέγω·
ἐννοήσασα τοιγαροῦν ἡ μακαρία Παρθένος τὸ ἑαυτῆς ἄφθαρτον κύημα καὶ τῶν σημείων αὐτοῦ τὰς ἰάσεις, καὶ τῆς διδασκαλίας τὰ ἀπόῤῥητα μυστήρια, ἔγνω αὐτὸν ἀληθῶς εἶναι Θεόν·
ἰδούσα δὲ αὐτὸν ὕστερον κρεμάμενον ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ, τότε ἐδέξατο τὴν ῥομφαίαν ἐν τῇ ψυχῇ, καθώς φησιν ὁ Συμεών·
"Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία".
Οὐκ εἶπεν "ἐμμείνῃ" ἀλλὰ "διελεύσεται".
Ἐπεὶ οὖν μετὰ μικρὸν ὕστερον εἶδε τὸ καταπέτασμα σχιζόμενον, τὰς πέτρας ῥηγνυμένας, τοὺς νεκροὺς ἐγειρομένους, ἀποβαλοῦσα εὐθέως τὸ βέλος ἔγνω τὸ τῆς οἰκονομίας μυστήριον.
Ἴδε οὖν διῆλθε, καὶ οὐ διέμεινε.
Προσδραμόντες οὖν ἅπαντες πρὸς τὴν Ἁγίαν Παρθένον καὶ Θεοτόκον, τὸ κέρδος ληψώμεθα·
ὅσοι παρθένοι νῦν τῇ Μητρὶ τοῦ Κυρίου σχολάσατε.
Αὕτη γὰρ ὑμῶν ἐστὶ τοῦ καλοῦ τούτου καὶ ἀφθάρτου κτήματος πρόξενος.
Μέγα γὰρ ὄντως τῆς παρθένου τὸ θαῦμα·
τί γὰρ μεῖζον τῶν ὄντων εὑρεθήσεταί ποτε;
τῆς γὰρ γῆς καὶ τοῦ οὐρανοῦ πλατυτέρα αὕτη μόνη ἐφάνη·
τίς γὰρ ταύτης ἁγιωτέρα γέγονεν; οὐ προπατόρες, οὐ προφῆται, οὐκ ἀπόστολοι, οὐ μάρτυρες, οὐ πατριάρχαι, οὐ πατέρες, οὐκ ἄγγελοι, οὐ θρόνοι, οὐ κυριότητες, οὐ τὰ Σεραφίμ, οὐ τὰ Χερουβίμ, οὐκ ἄλλο τι τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐν ποιήμασιν οὐ μεῖζον ταύτης εὑρίσκεται.
Δούλη τυγχάνει καὶ Θεοτόκος, Παρθένος ἐστὶ καὶ Μήτηρ.
Καὶ μηδεὶς ἀμφιβάλλῃ λέγων·
πῶς δούλη καὶ Θεοτόκος;
ἢ πῶς Παρθένος καὶ μήτηρ;
πίστει δέξαι, ἄνθρωπε, καὶ μὴ ἀμφίβαλλε τοῖς λογιζομένοις,
μὴ ἀμφίβαλλε τοῖς παρὰ τῶν πατέρων δεδοκιμασμένοις,
ἀλλὰ φοβοῦ, καὶ ἀνεξετάστως πίστευσον.
Μᾶλλον μὲν οὖν πίστευε, καὶ μὴ πολυπραγμόνει.
Εἰ μὲν ὡς σὺ νοήσεις πιστεύσεις, βλέπε τῷ κινδύνῳ σου.
Εἰ δὲ τῇ κηρύγματι τοῦ λόγου πιστεύσεις,
οὐκέτι σὺ ἀπολογῇ, ἀλλ' ὁ προεστώς.
Πίστευσον τοίνυν τὰ παρ' ἡμῶν περὶ τῆς Παρθένου λεγόμενα,
καὶ μὴ ἀμφίβαλλε ὁμολογεῖν αὐτὴν καὶ δούλην καὶ Θεοτόκον
καὶ Παρθένον καὶ Μητέρα·
δούλη γάρ ἐστιν, ὡς κτίσμα τοῦ ἐξ αὐτῆς γεννηθέντος·
Θεοτόκος δὲ τυγχάνει καθότι Θεὸν ἐξ αὐτῆς σαρκωθέντα τέτοκε·
Παρθένος δέ, ὅτι κοίτην σπέρματος ἐξ ἀνδρὸς οὐκ ἔγνω·
Μήτηρ, καθότι ἐγέννησε καὶ μήτηρ ἐγένετο τοῦ προανάρχως ἐκ τοῦ Πατρὸς γεννηθέντος.
Αὕτη τοίνυν ἐστὶν ἡ μήτηρ τοῦ Δεσπότου τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων·
ἐκ ταύτης ἐσαρκώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σαρκὶ σταυρωθῆναι καταδεξάμενος.
Καὶ θέλεις εἰδέναι ὅσον ἡ Παρθένος. τῶν οὐρανίων δυνάμεων κρείττων ἐστί;
πρόσεχε·
ἐκεῖνα μὲν φόβῳ καὶ τρόμῳ περιιπτάμενα τὴν ὄψιν κατακαλύπτει, αὕτη δὲ τὸ τῶν ἀνθρώπων γένος αὐτῷ προσφέρει καὶ δι' αὐτῆς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν·
αὕτη τοῦτον ἐγέννησεν ὃν οἱ ἄγγελοι ἐπὶ τοῦ τόκου ἐλθόντες μετὰ φόβου ἐδοξολόγουν, λέγοντες "Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία".
Χαῖρε τοίνυν ἡ μήτηρ καὶ οὐρανός·
ἡ κόρη καὶ νεφέλη·
ἡ Παρθένος καὶ θρόνος·
τὸ τῆς ἡμετέρας ἐκκλησίας καύχημα καὶ στερέωμα·
ἐκτενῆ τὴν ὑπὲρ ἡμῶν δέησιν ποίησον ὅπως λάβωμεν διὰ σοῦ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
www.imka.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου