Η θαυματουργός εικόνα "Παναγίας της Κεράς"απο το χωριό Μονή του Δημου Ανατολικού Σελίνου

Η θαυματουργός εικόνα "Παναγίας της Κεράς"απο το χωριό Μονή του Δημου Ανατολικού Σελίνου

Κυριακή 28 Μαρτίου 2010

Λόγος εἰς τὸν Λάζαρον καὶ εἰς τὰ Βάϊα


Ὥσπερ ἡ ἀμέτρητος ἄβυσσος βρύει ἀφθόνως τὰς πηγὰς τῶν ὑδάτων καὶ αἱ πηγαὶ πάλιν ἀπολύουσιν ἀκρατήτους ποταμούς,
οἱ δὲ ποταμοὶ ἐπισκέπτουσι τὴν γῆν καὶ μεθύσκουσιν αὐτήν,
τοῦ καρποφορῆσαι ἄρτον εἰς βρῶσιν καὶ οἶνον εἰς εὐφροσύνην τῶν ἀνθρώπων,
οἱ δὲ ἄνθρωποι ἀπολαύοντες πληροῦσι τὸ γεγραμμένον· «Φάγονται πένητες καὶ ἐμπλησθήσονται,
καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτόν»·
οὕτως καὶ ἡ ἄφατος φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ἐκ τῆς ἀμετρήτου ἀβύσσου τῆς ἀγαθότητος καὶ φιλανθρωπίας αὐτοῦ,
πηγάζει ἡμῖν τὰς ἁγίας Αὐτοῦ ἑορτὰς ἐν αἷς τὴν σωτηρίαν ἡμῶν εἰργάσατο.
Καὶ αὐτὸς μὲν ἑορτὴν πηγάζει,
ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος ἡ ἐνεργοῦσα ἐν τῇ ἑορτῇ
«τὰ ὁρμήματα τοῦ ποταμοῦ»
πληροῖ,
λέγω δὴ τοὺς θεοφόρους ἄνδρας,
τοὺς «διδασκαλίαν ἐν τῇ διδασκαλίᾳ»
κεκτημένους·
καὶ αὐτοὶ ἐπισκέπτονται τὴν νοητὴν καὶ λογικὴν γῆν τῆς ἀνθρωπότητος,
εὐφραίνοντες τὴν ἁγίαν ἐκκλησίαν,
ἥτις ἐστὶ «πόλις τοῦ μεγάλου βασιλέως» Ἰησοῦ Χριστοῦ,
κατὰ τὸ γεγραμμένον·
«Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.»
Ἡ δὲ ἐκκλησία,
εὐφραινομένη καὶ ἡδυνομένη ἀπὸ πιότητος καρδίας,
αἰνεῖ καὶ δοξολογεῖ κύριον τὸν ἐν αὐτῇ βασιλεύοντα.
Φέρε δὴ καὶ σήμερον εἴπωμεν ὃ προανεφώνησεν αὐτὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν·
ἑρευνήσωμεν πρὸς τὴν δύναμιν ἡμῶν τὴν σωτηρίαν,
ἣν ὁ βασιλεὺς ἡμῶν ἐπραγ ματεύσατο ἡμῖν ἐν ταύτῃ τῇ ἑορτῇ·
φέρε κατανοήσωμεν ἕνεκεν τίνος βασιλέα αὐτὸν ὕμνησαν οὐ μόνον οἱ ἄνθρωποι,
ἀλλὰ καὶ αἱ ἀγγελικαὶ δυνάμεις.

Ἡ αἰτία οὖν τῆς ὑμνῳδίας ἡ ἔγερσις Λαζάρου ἦν κατὰ τὸ φαινόμενον, καθώς φησι τὸ εὐαγγέλιον·
«Ἐβουλεύσαντο δὲ ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.»
Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον,
λεληθότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως.
Καὶ ὥσπερ τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἡ ἔγερσις ἐκείνη ὑμνολογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Ἰησοῦν,
οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρσεως πάσης τῆς ἀνθρωπίνης φύσεως·
καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου,
τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα.
Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι,
ἐκίνει αὐτοὺς δοξάζειν·
ἡ δὲ θεία οἰκονομία διὰ τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τοὺς ἁγίους ἀγγέλους θαυμάζειν καὶ δοξάζειν τὸν Ἰησοῦν.
Εἶδον γάρ,
ἀληθῶς εἶδον καὶ ἔμαθον καὶ κατεσοφίσθησαν σοφίαν,
ἣν οὐκ ᾔδεισαν,
αἱ ἀγγελικαὶ δυνά μεις διὰ τῆς ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ θεοῦ τοῦ τὰ πάντα κτίσαντος,
τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμένην,
λέγω δὴ τῶν διδαχῶν καὶ ἐπαγγελιῶν καὶ θαυματουργιῶν τοῦ Κυρίου Ἰησοῦ,
καθώς που ὁ θεσπέσιος Παῦλός φησιν·
«Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.»
Μανθάνουσι γὰρ αἱ ἄνω δυνά μεις,
ἅπερ οὐδέπω εἶδον,
οὐδὲ ἤκουσαν·
κτίσματα γάρ εἰσι,
καὶ τὸ κτίσμα οὐκ ἔστιν μὴ χρείαν ἔχον μαθεῖν,
ἀλλ' οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν,
εἰ μή τι δἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς τριάδος μυηθῶσιν.

Ἔμαθον οὖν καὶ ἐβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδάμ,
θεωρήσαντες τὸν Κύριον ἐγείραντα τὸν υἱὸν τῆς χήρας·
ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ,
ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ.
Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου,
κατεσοφίσθησαν ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ.
Πάλιν ἀναστήσαντος <αὐτοῦ> τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατοντάρχου,
ἐδιδάχθησαν καὶ εἰς τοῦτο ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ.
Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν.
Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνημείου,
τὸν ὑπὸ τεσσάρων στοιχείων συσταθέντα,
τὸν ὀζέσαντα,
τὸν σαπέντα,
τὸν ὑπὸ σκωλήκων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις καὶ τοῖς ἐπιγείοις,
ὅτι πᾶσαν τὴν ἐκ τῶν τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ,
κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως,
κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας,
κἂν ὡς ὑπὸ σκωλήκων,
ὑπὸ δαιμόνων κατεκυριεύθη καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα.
Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς καὶ οἱ ἄνθρωποι φανερῶς ἐξέστησαν,
καὶ ἐξεθαμβήθησαν,
καὶ ἤρξαντο βοᾶν καὶ λέγειν·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ Ὲρχόμενος ἐν ὀνόματι Κυρίου,
ὠσαννὰ ἐν τοῖς ὑψίστοις.»
Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπῄνουν,
ἀλλὰ καὶ ὡς βασιλέα τὸν αἰχμαλωτίσαντα πᾶσαν τὴν ἀπ' αἰῶνος ὑπὸ τοῦ διαβόλου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν.
Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται.

Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογικῶν ψυχῶν ὑπάρχουσι καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα,
οὕτως καὶ αὐτοὶ κατὰ μέρος ἢ μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν,
καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις χριστιανούς,
καθώς που εἷς ἐξ αὐτῶν φησι·
«Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου.»
∆εῦτε ἀκούσωμεν καὶ διηγήσονται ἡμῖν,
πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ κυρίου,
τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας,
ὁ ἔνδοξος ἐν προφήταις.
Συνίωμεν τί ὁ κῆρυξ εὐαγγελίζεται,
προτρέχων τῆς βασιλείας πρὸ πολλοῦ τοῦ χρόνου.
∆εῦτε ἀπολαύσωμεν,
ὡς λογικοὶ δαι τύμονες,
τὰ διὰ στόματος θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου·
αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ,
καθώς φησι ὁ Κύριος ὅτι «οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,
ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει,
ποθητὴ δὲ ἡ χαρά,
ἀπὸ χαρᾶς ἄρχεται βοᾶν λέγων·
«Χαῖρε σφόδρα,
θύγατερ Σιών».
«Χαῖρε σφόδρα»,
βοᾷ ὁ προ φήτης πρὸς τὴν αἰχμαλωσίαν.
«Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.»
∆ιὰ τί «Χαῖρε»;
Καὶ διὰ τί «σφόδρα»
«τέρπου καὶ εὐφραίνου»;
Ὅτι ἥκει ὁ ἐπιστρέφων σε,
καθὼς προανεφώνησεν ὁ Πατὴρ τοῦ ἐπιστρέφοντός σε Βασιλέως λέγων·
«Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών,
ἐγενήθημεν ὡς παρακεκλημένοι·
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.»

«Χαῖρε,» φησίν,
ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰερουσαλήμ,
ἣν ἐξεδέχετο ὁ Πατήρ σου Ἀβραάμ,
καθώς που ὁ μακάριος ἀπόστολος Παῦλός φησιν·
Ὑμεῖς δὲ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος,
Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων,
πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς,
καὶ κριτῇ Θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων.»
Ὅθεν «ἀπέδρα ὀδύνη,
λύπη καὶ στεναγμός»,
ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία.
Τότε «τέρπου καὶ εὐφραίνου»
καὶ «χαῖρε σφόδρα,
θύγατερ»
ταύτης τῆς Σιὼν δῆλον.
«Καὶ διὰ τί», φησίν,
«σφόδρα χαρῶ,
ὦ προφῆτα»;
«Χαῖρε»,
διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει,
«σφόδρα» δέ,
διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς,
οὕτως ὁ ῥυόμενός σε,
ἀλλὰ βασιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν Μητέρα Αὐτοῦ καὶ Παρθένον Μαριάμ·
«Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος».
Καὶ καθὼς αἰω νία αὐτοῦ ἡ βασιλεία,
οὕτως αἰωνία σου ἡ σωτηρία.
∆ιὰ τοῦ το οὖν·
«Χαῖρε σφόδρα·
κήρυττε,
θύγατερ Ἰερουσαλήμ.»
Τί κηρύξω,
ὦ προφῆτα;
Κήρυττε τῷ Βασιλεῖ σου,
τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε,
εὐχαριστίαν,
δοξολογίαν,
ὑμνολογίαν. Κήρυττε·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις,
ὅθεν παρεγένου τοῦ σῶσαί με,
εὐλογημένος ὁ Ὲρχόμενος ἐν ὀνόματι Κυρίου.»
Καὶ σκόπει μοι τὸν εὐαγγελιστήν,
πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει·
ἐν τῷ γὰρ λέγειν·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις»,
τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ,
ἐν δὲ τῷ λέγειν·
«Εὐλογημένος ὁ Ὲρχόμενος ἐν ὀνόματι Κυρίου»,
τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει,
τὸ εὐλογημένον σπέρμα ᾧ εὐλογήθη ὁ εὐλογημένος Ἀβραάμ,
ἐν τῷ σπέρματι αὐτοῦ εὐ λογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς·
«Εὐλογημένη γάρ»,
φησίν, «ἡ ἐρχομένη βασιλεία τοῦ Πατρὸς ἡμῶν ∆αυίδ.»

Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν·
ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά.
Φησὶ γάρ·
«Χαῖρε σφόδρα,
θύγατερ Σιών·
κήρυττε,
θύγατερ Ἰερουσαλήμ.»
Καὶ τίνος ἕνεκεν «θύγατερ Σιὼν»
καὶ οὐ Σιών,
καὶ «θύγατερ Ἰερουσαλὴμ»
καὶ οὐκ Ἰερουσαλήμ;
Πρόσεχε συνετῶς,
παρακαλῶ.
Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται,
οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται.
Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης «θυγατέρα Σιών»,
ἔπειτα «θυγατέρα Ἰερουσαλήμ».
Φησὶ γάρ·
«Χαῖρε σφόδρα,
θύγατερ Σιών·
κήρυττε,
θύγατερ Ἰερουσαλήμ.»
Σιὼν ἑρμηνεύεται «διψῶσα»·
ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν,
τῶν ἀπ' αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος,
καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος·
«Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως.»
Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες,
ἐκλήθησαν Σιών,
καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν·
«Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·»

Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν,
μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ·
οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις·
ἐγένοντο Ἰερουσαλὴμ,
«ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως».
Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυρίῳ πιστούς,
τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον,
τὸν ἐν αὐτοῖς κεκρυμμένον,
καθώς φησι τὸ ἅγιον Πνεῦμα·
«Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον,
ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.»
Καὶ ὅταν ἐπιτύχωσιν,
καλοῦνται θυγάτηρ τῆς προειρημένης Ἰερουσαλήμ,
θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν.
Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν Θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ,
φησί·
«Μνήσθητι τῆς συναγωγῆς σου,
ἧς ἐκτήσω ἀπ' ἀρχῆς.»
Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών,
«Χαῖρε σφόδρα,
θύγατερ Σιών· κήρυττε,
θύγατερ Ἰερουσαλήμ»,
ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.»

Καὶ τί φησι τὸ εὐαγγέλιον;
«Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή».
Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί,
ἤρχετο ἐν τῷ ὑπερῴῳ,
«πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν»,
ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία.
«Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν»
αὐτοῦ,
οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν προφητῶν λόγια,
τὰ μαρτυροῦντα τῷ Χριστῷ,
ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις·
«Τροχός», φησίν,
«ἐν τροχῷ»,
πετόμενος καὶ τρέχων.
Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ·
«Πορευθέντες εἰς τὴν κατέναντι κώμην»·
ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην τῶν ἐθνῶν,
ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας.
Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς
«εἰς τὴν κατέναντι κώμην» τῶν ἐθνῶν·
ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προειρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν.
«Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον»,
οἵτινές εἰσι τὰ ἔθνη,
τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτά,
καθώς φησιν ὁ ψαλμῳδός·
«Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη,
κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ».
«Ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν»·
οὐδὲ γὰρ Θεὸν εἶχον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτά,
οὐδὲ νόμον οὐδὲ προφήτας.
«Λύσαντες αὐτόν», φησίν,
«ἀγάγετέ μοι»·
ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας,
τουτέστι τῆς τοῦ Θεοῦ ἀγνωσίας,
ἀπὸ τῆς πλάνης,
ἀπὸ τῆς ἁμαρτίας,
ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου,
ἀπὸ «τῆς ἐξουσίας τοῦ σκότους»,
«τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου».
Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν Κύριον.

Καὶ ἰδοὺ κάθηται ἐπ' αὐτὰ καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερουβίμ,
κράζοντα καὶ λέγοντα·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ Ὲρχόμενος ἐν ὀνόματι Κυρίου·
εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις»·
οὕτω γάρ φησιν ὁ Λουκᾶς.
«Εἰρήνη ἐν τῷ οὐρανῷ»,
τίνος ἕνεκεν λέγει;
Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ;
Ναί, καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην,
«εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν»,
καθώς φησιν ὁ σοφώτατος Παῦλος.
Εἶχον εἰρήνην ἐν οὐρανῷ,
ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον·
ὁ οὐρανὸς εἰρήνην λοιπὸν εἶχε καθ' ἑαυτόν.
Ὅταν δὲ εἶδον οἱ ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἐγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου,
καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου καὶ ἐρχόμενα εἰς τὸ βασιλεύεσθαι ὑπὸ τοῦ Δημιουργοῦ αὐτῶν,
τότε εἰρηνεύθη καὶ ὁ οὐρανὸς μετὰ τῶν ἀνθρώπων,
καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον·
«Εὐλογημένος ὁ Ὲρχόμενος ἐν ὀνόματι Κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις».
«Καὶ ἐπέθηκαν ἐπάνω τοῦ πώλου τὰ ἱμάτια»,
ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ' αὐτοῦ δοθεῖσαν αὐτοῖς ἐν τοῖς ἔθνεσιν καὶ δι' αὐτῆς
«ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ' αὐτά»·
οὐ μόνον δὲ τοῦτο,
ἀλλὰ καὶ διὰ τὰς ἰδίας ἀρετάς,
καθὼς σημαίνει ὁ εὐαγγελιστὴς λέγων·
«Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.»
Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετάς,
ἃς συνέζευξαν τῇ χάριτι, αἰνίττεται,
ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦλος·
«∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην,
ἐν ᾗ ἑστήκαμεν,
καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.»
Ἕως ὧδε τὰ τῆς χάριτος.
«Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
ἡ δὲ ὑπομονὴ δοκιμήν,
ἡ δὲ δοκιμὴ ἐλπίδα·
ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.»
Τὸ δὲ «ἐν τῇ γῇ ὑπεστρώννυον»,
ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν,
καθὼς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶ πρὸς ταῦτα λέγων ὁ ἀπόστολος·
«Οἷα εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε καὶ παρελάβετε,
ταῦτα πράξατε.»
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

«Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον»,
μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαΐων],
οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου,
καὶ βαΐων φοινίκων,
οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακτικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν.
«Ἔκραζον λέγοντες·
Ὠσαννὰ ἐν τοῖς ὑψίστοις».
Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων,
οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες,
πίστει κράζουσι καὶ λέγουσιν·
«Ὠσαννὰ τῷ υἱῷ ∆αυίδ·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
Ὠσαννὰ ἐν τοῖς ὑψίστοις.»
Ὡς ὁ εὐαγγελιστής φησιν·
«Τοῦτο δὲ ὅλον γέγονεν,
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
Εἴπατε τῇ θυγατρὶ Σιών.»
Τίσι λέγεις «Εἴπατε»,
ὦ προφῆτα;
Ἰδοὺ σὺ κηρύττεις,
ἰδοὺ σὺ λέγεις.
Ἐγώ, φησίν,
ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι,
οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι.
Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις,
θεωροῦντας καὶ ἀκούοντας τοῦ Βασιλέως Σιὼν λέγω,
ἵνα εἴπωσιν καὶ κηρύξωσιν·
«Εἴπατε τῇ θυγατρὶ Σιών·
Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι.»
Καὶ οὐκ εἶπε ψιλῶς «ἔρχεται»,
ἀλλ' «ἔρχεταί σοι»,
τουτέστι σοῦ γενέσθαι καὶ ἐν σοὶ οἰκῆσαι.
«Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων»,
σῴζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ' αὐτόν.

«Πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον,
υἱὸν ὑποζυγίου»,
τουτέστι ταπεινόφρων καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ «ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραΐμ»,
τουτέστι τοῦ διαβόλου ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη.
Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων·
μέχρι γὰρ τοῦ Χριστοῦ ἦλθεν τὸ χρῖσμα καὶ ἡ βασιλεία τῶν Ἰουδαίων,
καὶ ἐπαύθη.
«Καὶ ἵππον»,
φησίν,
«ἐξ Ἰερουσαλήμ»,
τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς αὐτῶν ἀρχῆς,
διὰ τοῦ ταπεινοῦ αὐτοῦ πώλου.
Ὁ δὲ πατριάρχης Ἰακώβ,
εὐλογῶν τὸν Ἰούδαν καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ,
ἥτις ἐστὶν ὁ Χριστός,
λέγει·
«∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ».
Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου,
τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων,
ἐδέσμευσε τὰ ἀκάθαρτα ἔθνη·
ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ,
οὕτω καὶ τὰ ἔθνη.
«∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ.»
∆ιὰ τί;
Ἵνα δέξωνται παρ' αὐτῆς τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν,
τουτέστι τὸν Χριστόν,
ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις.
Φησὶ γάρ·
«Καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ»,
ἕλικι τουτέστι τὸ βλάστημα τὸ ἐξ ἀμπέλου,
ὅς ἐστιν ὁ Χριστός,
ἐξ ἀμπέλου τῆς συναγωγῆς τῆς ἐξ Αἰγύπτου βλαστήσας,
καθὼς αὐτὸς ὁ Ἰακώβ φησι πρὸς αὐτόν·
«Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.»
Καὶ ἐδεσμεύθησαν τὰ ἔθνη ἐν αὐτῷ ἀλύτως.

Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως.
Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι καὶ ὠφεληθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ,
καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων,
τῶν χωρὶς αὐτοῦ γενομένων.
Οὕτω συνδειπνῶμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ,
ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς,
οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος,
κράζοντες καὶ λέγοντες·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις·
εὐλογημένος ὁ Ὲρχόμενος ἐν ὀνόματι Κυρίου»,
εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἰερουσαλήμ,
οὐ διὰ τὸ παθεῖν ὥσπερ τότε,
ἀλλ' ἵνα σώσῃ αὐτὴν καὶ δοξασθῇ ὑπ' αὐτῆς,
καθὼς προσφωνεῖ αὐτῇ ∆αυὶδ λέγων·
«Ἐπαίνει, Ἰερουσαλήμ, τὸν Κύριον·
αἴνει τὸν Θεόν σου, Σιών.»
∆εύτερον εἶπεν: «ἐπαίνει»
καὶ «αἴνει» ψυχῇ καὶ σώματι,
«ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου»,
οἵτινές εἰσι πίστις,
ἐλπίς,
ἀγάπη, μελέτη,
μακροθυμία,
ὑπομονή.
«Εὐλόγησε τοὺς υἱούς σου ἐν Σοί»,
οἵτινές εἰσι τὰ πιστὰ νήπια τὰ δεξάμενα τὸν Κύριον μετὰ τῶν κλάδων,
τουτέστι μετὰ καρπῶν νέων,
τὰ θηλάζοντα τὸ γάλα τῆς διδασκαλίας τοῦ Χριστοῦ·
πιστεύοντες γὰρ εἰς αὐτὸν εὐθέως αἰνοῦσιν,
ὑμνοῦσιν,
δοξολογοῦσιν,
καθὼς γέγραπται·
«Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.»
Γενώμεθα αὐτῷ ὄχημα ἅγιον ἀντὶ ἀκαθάρτου πώλου,
ἵνα ἐπιβῇ ἐφ' ἡμᾶς.
Ζεύξωμεν αὐτῷ τὸ ἅρμα τῶν λογισμῶν ἡμῶν,
«καὶ βασιλεύσει»
ἐφ' ἡμᾶς «εἰς τοὺς αἰῶνας,
καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»

Λάβωμεν ἱλαρὰν πολιτείαν ὡς κλάδη ἐλαιῶν,
«τοῦ ἱλαρῦναι τὸ πρόσωπον ἡμῶν ἐν ἐλαίῳ»,
καθώς φησιν ὁ ψαλμῳδός,
καὶ πάλιν·
«∆ουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ.»
Ἄρωμεν πάλιν ἐν τῷ ἔσω ἀνθρώπῳ τὴν θεϊκὴν καὶ πνευματικὴν ἐργασίαν,
ὡς τὰ τῶν φοινίκων βάϊα,
καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ·
καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν·
ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα,
τὴν κεντῶσαν καὶ σφάζουσαν πάντα λογισμὸν ἐπαιρόμενον αἰχμαλωτεῦσαι ἡμᾶς ἀπὸ τῆς γνώσεως τοῦ Θεοῦ·
καὶ ἀντὶ τῆς γλυκύτητος τοῦ φοίνικος τὴν γλυκεῖαν ἀγάπην,
τὴν συνισταμένην ἐκ τῶν προρρηθέντων πίστεως καὶ ἐλπίδος καὶ τῶν λοιπῶν,
ἵνα πληρωθῇ ἐν ἡμῖν τὸ ῥηθέν·
«∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει·
ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.»
Ἀκολουθήσωμεν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν,
εἰσέλθωμεν μετ' αὐτοῦ εἰς τὸ ἱερόν,
ἵνα τὰς τραπέζας τῶν ἐν ἡμῖν κολλυβιστῶν καταστρέψῃ,
καὶ τοὺς δαίμονας τοὺς πωλοῦντας τὰς περιστεράς,
τοὺς ἐν πλάνῃ πετομένους λογισμούς,
ἀποδιώξῃ ἀφ' ἡμῶν μετὰ πάντων τῶν πωλούντων ἐν ἡμῖν καὶ ἀγοραζόντων,
καὶ ἀντὶ σπηλαίου λῃστῶν ποιήσῃ ἡμᾶς,
κατὰ τὸ ἀρχαῖον ἱερόν,
ναὸν ἅγιον ἐν ᾧ οἰκεῖ καὶ περιπατεῖ Χριστός,
ἵνα τοῖς τυφλοῖς ἡμῶν φῶς χαρίσηται,
καὶ τοὺς κωφοὺς ποιήσῃ ἀκοῦσαι καὶ τοὺς χωλοὺς περιπατῆσαι,
καὶ τοὺς νεκροὺς μετὰ Λαζάρου ἐγείρῃ
–ὅπου γὰρ οἰκεῖ ζωή, ἐκεῖ ἀνάστασίς ἐστιν–,
ἵνα μετὰ Λαζάρου καὶ τῶν ὄχλων καὶ τῶν μαθητῶν αὐτοῦ,
καὶ μετὰ νηπίων καὶ θηλαζόντων,
καὶ μετὰ τῶν ἁγίων ἀγγέλων κράξωμεν βοῶντες·
«Ὠσαννὰ ἐν τοῖς ὑψίστοις·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου»,
Χριστὸς Κύριος καὶ Θεός,
ὁ «Βασιλεὺς τῶν αἰώνων»·
αὐτῷ δόξα,
τιμὴ καὶ προσκύνησις,
ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
www.imka.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου