Ἅγιος Ἰωάννης Χρυσόστομος
Αἱ τῶν μαρτύρων ἑορταὶ οὐκ ἐν τῇ περιόδῳ τῶν ἡμερῶν μόνον͵ ἀλλὰ καὶ τῇ γνώμῃ τῶν ἐπιτελούντων κρίνονται. Οἷόν τι λέγω· ἐμιμήσω μάρτυρα; ἐζήλωσας αὐτοῦ τὴν ἀρετήν; κατ΄ ἴχνος αὐτοῦ τῆς φιλοσοφίας ἔδραμες; καὶ οὐκ οὔσης ἡμέρας μάρτυρος͵ ἑορτὴν μάρτυρος ἐπετέλεσας. Τιμὴ γὰρ μάρτυρος͵ μίμησις μάρτυρος. Ὥσπερ γὰρ οἱ τὰ φαῦλα πράττοντες͵ καὶ ἐν ἑορταῖς ἀνέορτοί εἰσιν· οὕτω καὶ οἱ τὴν ἀρετὴν μετιόντες͵ καὶ πανηγύρεως οὐκ οὔσης͵ ἑορτὴν ἐπιτελοῦσιν· ἐν γὰρ τῷ καθαρῷ τοῦ συνειδότος ἡ ἑορτὴ χαρακτηρίζεται. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας. ἀλλ΄ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἔστι τοίνυν ἄζυμα παρὰ Ἰουδαίοις͵ ἔστι καὶ παρ΄ ἡμῖν· ἀλλὰ παρ΄ ἐκείνοις μὲν ἄζυμον ἐξ ἀλεύρου͵ παρ΄ ἡμῖν δὲ καθαρότης βίου͵ καὶ ζωὴ κακίας ἁπάσης ἀπηλλαγμένη. Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν ζωὴν͵ καθ΄ ἡμέραν ἑορτάζει͵ πανηγυρίζων ἀεὶ͵ κἂν μὴ ἐν ἡμέρᾳ͵ μηδὲ ἐν σηκοῖς μαρτύρων͵ ἀλλὰ καὶ οἴκοι καθήμενος. Ἔστι γὰρ καὶ καθ΄ ἑαυτὸν ἑορτὴν μαρτύρων ἐπιτελεῖν. Καὶ ταῦτα λέγω͵ οὐχ ἵνα μὴ παραγινώμεθα πρὸς τοὺς τάφους τῶν μαρτύρων͵ ἀλλ΄ ἵνα παραγενόμενοι μετὰ τῆς προσηκούσης ἀπαντῶμεν προθυμίας͵ καὶ μὴ μόνον ταῖς ἡμέραις αὐτῶν͵ ἀλλὰ καὶ τούτων χωρὶς͵ τὴν αὐτὴν εὐλάβειαν παρεχώμεθα. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο σήμερον ἡμῶν τὸν σύλλογον͵ τὸ λαμπρὸν τοῦτο θέατρον͵ τὴν ζέουσαν ἀγάπην͵ τὴν θερμὴν διάθεσιν͵ τὸν ἀκατάσχετον ἔρωτα; Ὡς πᾶσα μὲν σχεδὸν ἡ πόλις ἐνταῦθα μεθώρμισται͵ καὶ οὔτε οἰκέτην δεσπότου φόβος κατέσχεν͵ οὔτε πένητα ἡ τῆς πτωχείας ἀνάγκη͵ οὔτε γηραιὸν τῆς ἡλικίας ἡ ἀσθένεια͵ οὔτε γυναῖκα τὸ τῆς φύσεως ἁπαλὸν͵ οὔτε πλούσιον τῆς περιουσίας ὁ τῦφος͵ οὐ τὸν ἄρχοντα τῆς ἐξουσίας ἡ ἀπόνοια· ἀλλ΄ ὁ τῶν μαρτύρων πόθος πᾶσαν ταύτην τὴν ἀνωμαλίαν ἐκβαλὼν͵ καὶ φύσεως ἀσθένειαν καὶ πενίας ἀνάγκην͵ μιᾷ ἁλύσει πλῆθος τοσοῦτον ἐνταῦθα εἵλκυσε͵ καὶ τῷ πόθῳ τῶν μαρτύρων ἐπτέρωσεν͵ ὡς ἐν οὐρανῷ νῦν πολιτευομένους διατρίβειν· πᾶσαν γὰρ ἀκολασίας καὶ ἀσελγείας πατήσαντες προσπάθειαν͵ τῷ τῶν μαρτύρων καταφλέγεσθε πόθῳ. Καθάπερ γὰρ τῆς ἀκτῖνος ἀνισχούσης δραπετεύει τὰ θηρία͵ καὶ πρὸς τοὺς οἰκείους καταδύεται χηραμούς· οὕτω τοῦ φωτὸς τῶν μαρτύρων εἰς τὰς ὑμετέρας καταλάμποντος διανοίας͵ ἅπαντα κατορύττεται τὰ νοσήματα͵ καὶ ἡ λαμπρὰ τῆς φιλοσοφίας ἀνάπτεται φλόξ. Ἀλλ΄ ὅπως μὴ νῦν μόνον͵ ἀλλὰ καὶ διηνεκῶς͵ καὶ τοῦ θεάτρου λυθέντος τοῦ πνευματικοῦ τούτου͵ ταύτην διατηρῶ μεν τὴν φλόγα͵ καὶ μετὰ τῆς αὐτῆς εὐλαβείας οἴκαδε ἀναχωρῶμεν͵ μὴ εἰς καπηλεῖα καὶ πορνεῖα͵ καὶ μέθην͵ καὶ κώμοις ἑαυτοὺς ἀφιέντες. Ἐποιή σατε τὴν νύκτα ἡμέραν διὰ τῶν παννυχίδων τῶν ἱερῶν· μὴ ποιήσατε πάλιν τὴν ἡμέραν νύκτα διὰ τῆς μέθης καὶ τῆς κραιπάλης͵ καὶ τῶν ᾀσμάτων τῶν πορνικῶν. Ἐτίμησας τοὺς μάρτυρας τῇ παρουσίᾳ͵ τῇ ἀκροάσει͵ τῇ σπουδῇ· τίμησον αὐτοὺς καὶ τῇ κοσμίῳ ἀναχωρήσει͵ μή τις ἰδών σε ἀσχημονοῦντα ἐν καπηλείῳ εἴπῃ͵ ὅτι οὐ διὰ τοὺς μάρτυρας παρεγένου͵ ἀλλ΄ ἵνα τὸ πάθος αὐξήσῃς͵ ἵνα τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρίσῃ. Ταῦτα λέγω͵ οὐ κωλύων τρυφᾷν͵ ἀλλὰ κωλύων ἁμαρτάνειν͵ οὐ κωλύων πίνειν͵ ἀλλὰ κωλύων μεθύειν. Οὐ γὰρ ὁ οἶνος φαῦλον͵ ἀλλ΄ ἡ ἀμετρία πονηρόν· ὁ μὲν γὰρ οἶνος τοῦ Θεοῦ δῶρον͵ ἡ δὲ ἀμετρία τοῦ διαβόλου εὕρημα. Δουλεύσατε τοίνυν τῷ Κυρίῳ ἐν φόβῳ͵ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Βούλει τρυφῆς ἀπολαύειν; ἀπόλαυε ἐν οἰκίᾳ͵ ὅπου͵ κἂν μέθη γένηται͵ πολλοὶ οἱ περιστέλλοντες· μὴ ἐν καπηλείῳ͵ ἵνα μὴ κοινὸν ᾖς θέατρον τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις. Καὶ ταῦτα λέγω͵ οὐ κελεύων οἴκοι μεθύειν͵ ἀλλ΄ ἐν καπηλείῳ μὴ διατρίβειν. Ἐννόησον ἡλίκος γέλως͵ μετὰ τοιαύτην σύνοδον͵ μετὰ παννυχίδας͵ μετὰ Γραφῶν ἁγίων ἀκρόασιν͵ μετὰ μυστηρίων θείων κοινωνίαν͵ καὶ μετὰ πνευματικὴν χορηγίαν͵ ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας. Οὐκ οἴδατε ἡλίκη κεῖται κόλασις τοῖς μεθύουσι; τῆς γὰρ βασιλείας τοῦ Θεοῦ ἐκβάλλονται͵ καὶ τῶν ἀποῤῥήτων ἐκπίπτουσιν ἀγαθῶν͵ καὶ εἰς τὸ αἰώνιον πῦρ ἐκπέμπονται. Τίς ταῦτά φησιν; Ὁ μακάριος Παῦλος· Οὐ πλεονέκται͵ φησὶν͵ οὐ μέθυσοι͵ οὐ λοίδοροι͵ οὐχ ἅρπαγες βασι λείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί γένοιτ΄ ἂν ἀθλιώτερον τοῦ μεθύοντος͵ ὅταν διὰ μικρὰν ἡδονὴν τοσαύ της ἀπολέσῃ βασιλείας ἀπόλαυσιν; Μᾶλλον οὐδὲ ἡδονὴν ὁ μεθύων καρπώσασθαι δύναται· ἐν γὰρ τῇ συμμετρίᾳ τὰ τῆς ἡδονῆς͵ ἐν δὲ τῇ ἀμετρίᾳ τὰ τῆς ἀναισθησίας. Ὁ δὲ οὐκ αἰσθανόμενος ποῦ κάθηται͵ ἢ κατάκειται͵ πῶς ἂν αἴσθοιτο τῆς τοῦ πόματος ἡδονῆς͵ μηδὲ τὸν ἥλιον αὐτὸν δυνάμενος ὁρᾷν διὰ τὴν πυκνὴν τῆς μέθης νεφέλην͵ πῶς ἂν ἀπολαύσειεν εὐφροσύνης; τοσοῦτον γὰρ αὐτοῦ τὸ σκότος͵ ὡς μὴ ἀρκεῖν αὐτῷ τὰς ἀκτῖνας εἰς τὸ λῦσαι τὸν ζόφον ἐκεῖνον. Ἀεὶ μὲν͵ ἀγαπητοὶ͵ κακὸν ἡ μέθη͵ μάλιστα δὲ ἐν ἡμέρᾳ μαρτύρων. Μετὰ γὰρ τῆς ἁμαρτίας καὶ ὕβρις ἐστὶ μεγίστη καὶ παραφροσύνη͵ καὶ ἐξουδένωσις θείων λογίων· ὅθεν διπλῆ γένοιτ΄ ἂν καὶ ἡ κόλασις. Εἰ μέλλεις τοίνυν͵ εἰς μάρτυρας παραγενόμενος͵ μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν͵ βέλτιον οἴκοι μένειν͵ καὶ μὴ ἀσχημονεῖν͵ μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν͵ μηδὲ σκανδαλί ζειν τὸν πλησίον͵ μηδὲ πολιορκεῖν τὴν διάνοιαν͵ μηδὲ ἁμαρτήματα προστιθέναι. ῏Ηλθες ἰδεῖν ἀνθρώπους ξεομένους͵ αἵματι περιῤῥεομένους͵ τραυμάτων χορῷ καλλωπιζομένους͵ τὴν παροῦσαν ἀποδυσαμένους ζωὴν͵ πρὸς τὴν μέλλουσαν ἱπταμένους· γενοῦ τῶν ἀγωνιστῶν ἄξιος. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς͵ καταφρόνησον σὺ τρυφῆς· ἀπεδύσαντο ἐκεῖνοι τὸν παρόντα βίον͵ ἀπόδυσαι σὺ τῆς μέθης τὸν πόθον. Ἀλλὰ βούλει τρυφᾷν; παράμενε τῷ τάφῳ τοῦ μάρτυρος͵ ἔκχεε πηγὰς δακρύων ἐκεῖ͵ σύντριψον τὴν διάνοιαν͵ ἆρον εὐλογίαν ἀπὸ τοῦ τάφου· λαβὼν αὐτὴν συνήγορον ἐν ταῖς εὐχαῖς͵ ἐνδιάτριβε ἀεὶ τοῖς διηγή μασι τῶν παλαισμάτων ἐκείνου· περιπλάκηθι τὴν σορὸν͵ προσηλώθητι τῇ λάρνακι· οὐχὶ τὰ ὀστᾶ μόνον τῶν μαρτύρων͵ ἀλλὰ καὶ οἱ τάφοι αὐτῶν͵ καὶ αἱ λάρνακες πολλὴν βρύουσιν εὐλογίαν. Λάβε ἔλαιον ἅγιον͵ καὶ κατάχρισόν σου ὅλον τὸ σῶμα͵ τὴν γλῶτταν͵ τὰ χείλη͵ τὸν τράχηλον͵ τοὺς ὀφθαλμοὺς͵ καὶ οὐδέποτε ἐμπεσῇ εἰς τὸ ναυάγιον τῆς μέθης. Τὸ γὰρ ἔλαιον διὰ τῆς εὐωδίας ἀναμιμνήσκει σε τῶν ἄθλων τῶν μαρτύρων͵ καὶ πᾶσαν ἀκολασίαν χαλινοῖ͵ καὶ κατέχει ἐν πολλῇ καρτερίᾳ͵ καὶ περιγίνεται τῶν τῆς ψυχῆς νοσημάτων. Ἀλλὰ κήποις ἐνδιατρίψαι βούλει͵ καὶ λειμῶσι καὶ παραδείσοις; Μὴ νῦν͵ ὅτε δῆμος τοσοῦτος͵ ἀλλ΄ ἐν ἑτέρᾳ ἡμέρᾳ· σήμερον γὰρ παλαισμάτων και ρὸς͵ σήμερον θεωρία ἀγωνισμάτων͵ οὐ τρυφῆς͵ οὐδὲ ἀνέσεως. ῏Ηλθες ἐνταῦθα͵ οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν͵ ἀλλ΄ ἵνα μάθῃς ἀγωνίζεσθαι͵ παγκρατιάζειν͵ καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων συγκόπτειν τὴν ἰσχύν. Οὐδεὶς γὰρ εἰς παλαίστραν ἐλθὼν τρυφᾷ͵ οὐδὲ εἰς καιρὸν παλαισμάτων παραγενόμενος ὡραΐζεται͵ οὐδὲ ἐν καιρῷ παρατάξεως τραπέζας ἐπιζητεῖ. Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι͵ καὶ τρόπαιον καινὸν καὶ παράδοξον͵ καὶ μάχην τινὰ ἐξηλλαγμένην͵ καὶ τραύματα καὶ πολέμους͵ καὶ παγκράτιον ἀνθρώπου͵ πράξεις δαιμονικὰς εἰσαγάγῃς͵ μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς͵ ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν͵ οὕτως οἴκαδε ἄπιθι͵ διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος͵ ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας. Ὥσπερ γὰρ οἱ ἀπὸ τῶν θεάτρων κατιόντες͵ δῆλοι πᾶσίν εἰσι συντεταραγμένοι͵ συγκεχυμένοι͵ μαλακιζόμενοι͵ τὰ εἴδωλα πάντων τῶν ἐκεῖ γεγενημένων φέροντες· οὕτω καὶ τὸν ἀπὸ θεωρίας μαρτύρων ἐπανιόντα πᾶσι γνώριμον εἶναι χρὴ͵ τῷ βλέμματι͵ τῷ σχήματι͵ τῇ βαδίσει͵ τῇ κατανύξει͵ τῇ συναγωγῇ τῆς διανοίας· πῦρ πνέοντα͵ συνεσταλμένον͵ συντετριμμένον͵ νήφοντα͵ ἐγρηγορότα͵ διὰ τῶν κινημάτων τοῦ σώματος τὴν ἔνδοθεν ἀνακηρύττοντα φιλοσοφίαν. Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπανίωμεν͵ μετὰ τῆς προσηκούσης εὐταξίας͵ μετὰ εὐτάκτου βαδίσεως͵ μετὰ συνέσεως καὶ σωφροσύνης͵ μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος. Στολισμὸς γὰρ ἀνδρὸς͵ καὶ γέλως ὀδόντων͵ καὶ βῆμα ποδὸς ἀπαγγελεῖ τὰ περὶ αὐτοῦ. Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπανίωμεν͵ ἀπὸ μύρων πνευματικῶν͵ ἀπὸ λειμώνων οὐρανίων͵ ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων͵ ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα τὴν εὐκολίαν͵ καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα͵ καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν͵ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ͵ μεθ΄ οὗ τῷ Πατρὶ͵ ἅμα τῷ ἁγίῳ Πνεύματι͵ δόξα͵ κράτος͵ τιμὴ͵ νῦν καὶ ἀεὶ͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. www.agiazoni.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου