Μέγας Βασίλειος
ΟΙΚΕΙΩΣΙΣ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς - πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς; - ἀλλ΄ ὁ χωρισμὸς τῶν παθῶν͵ ἅπερ ἀπὸ τῆς πρὸς τὴν σάρκα φιλίας ὕστερον ἐπιγινόμενα τῇ ψυχῇ͵ τῆς ἀπὸ τοῦ Θεοῦ οἰκειότητος ἠλλοτρίωσε. Καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους ὃ ἀνεμάξατο διὰ τῆς κακίας͵ καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα͵ οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ Παρακλήτῳ. Ὁ δέ͵ ὥσπερ ἥλιος͵ κεκαθαρμένον ὄμμα παραλαβών͵ δείξει σοι ἐν ἑαυτῷ τὴν εἰκόνα τοῦ ἀοράτου. Ἐν δὲ τῷ μακαρίῳ τῆς εἰκόνος θεάματι τὸ ἄρρητον ὄψει τοῦ ἀρχετύπου κάλλος. Διὰ τούτου͵ καρδιῶν ἀνάβασις͵ χειραγωγία τῶν ἀσθενούντων͵ τῶν προκοπτόντων τελείωσις. Τοῦτο τοῖς ἀπὸ πάσης κηλῖδος κεκαθαρμένοις ἐλλάμπον͵ τῇ πρὸς ἑαυτὸ κοινωνίᾳ πνευματικοὺς ἀποδείκνυσι. Καὶ ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων͵ ἀκτῖνος αὐτοῖς ἐμπεσούσης͵ αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν ἀφ΄ ἑαυτῶν ἀποστίλβει, οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος͵ αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων πρόγνωσις͵ μυστηρίων σύνεσις͵ κεκρυμμένων κατάληψις͵ χαρισμάτων διανομαί͵ τὸ οὐράνιον πολίτευμα͵ ἡ μετὰ ἀγγέλων χορεία͵ ἡ ἀτελεύτητος εὐφροσύνη͵ ἡ ἐν Θεῷ διαμονή͵ ἡ πρὸς Θεὸν ὁμοίωσις͵ τὸ ἀκρότατον τῶν ὀρεκτῶν͵ Θεὸν γενέσθαι.
Ὁ μηκέτι κατὰ σάρκα ζῶν͵ ἀλλὰ Πνεύματι Θεοῦ ἀγόμενος καὶ υἱὸς Θεοῦ χρηματίζων καὶ σύμμορφος τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ γενόμενος͵ πνευματικὸς ὀνομάζεται. Καὶ ὡς ἡ δύναμις τοῦ ὁρᾷν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ͵ οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ. Διὸ καὶ Παῦλος εὔχεται Ἐφεσίοις͵ πεφωτισμένους ὀφθαλμοὺς αὐτῶν εἶναι ἐν τῷ Πνεύματι τῆς σοφίας. Καὶ ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν͵ οὕτως ἡ χάρις τοῦ Πνεύματος ἐν τῷ ὑποδεξαμένῳ͵ ἀεὶ μὲν συμπαροῦσα͵ οὐχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκῶς. Ἐπεὶ καὶ ἡ τέχνη͵ δυνάμει μὲν ἐν τῷ τεχνίτῃ ἐστίν, ἐνεργείᾳ δὲ τότε͵ ὅταν κατ΄ αὐτὴν ἐνεργῇ. Οὕτω καὶ τὸ Πνεῦμα͵ ἀεὶ μὲν συμπάρεστι τοῖς ἀξίοις͵ ἐνεργεῖ δὲ κατὰ τὴν χρείαν ἢ ἐν προφητείαις ἢ ἐν ἰάμασιν ἢ ἐν ἄλλοις τισὶ δυνάμεων ἐνεργήμασιν. Ἔτι ὡς ἐν σώμασιν ὑγίεια ἢ θερμότης ἢ ὅλως αἱ εὐκίνητοι διαθέσεις, οὕτω καὶ ἐν ψυχῇ πολλάκις ὑπάρχει τὸ Πνεῦμα͵ τοῖς διὰ τὸ τῆς γνώμης ἀνίδρυτον͵ εὐκόλως͵ ἣν ἐδέξαντο χάριν ἀπωθουμένοις͵ μὴ παραμένον· οἷος ἦν ὁ Σαοὺλ καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι τῶν υἱῶν Ἰσραήλ͵ πλὴν τοῦ Ἐλδὰδ καὶ Μωδὰδ - τούτοις γὰρ μόνοις ἐκ πάντων φαίνεται παραμεῖναν τὸ Πνεῦμα -͵ καὶ ὅλως εἴ τις τούτοις τὴν προαίρεσιν παραπλήσιος. Καὶ ὡς ὁ λόγος δὲ ἐν ψυχῇ͵ ποτὲ μὲν ὡς τὸ ἐγκάρδιον νόημα͵ ποτὲ δὲ ὡς ὁ προφερόμενος διὰ γλώσσης͵ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον· νῦν μὲν ὅταν συμμαρτυρῇ τῷ πνεύματι καὶ ὅταν κράζῃ ἐν ταῖς καρδίαις ἡμῶν· Ἀββᾶ ὁ Πατήρ͵ νῦν δὲ ὅταν λαλῇ ὑπὲρ ἡμῶν͵ κατὰ τὸ εἰρημένον͵ ὅτι Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες͵ ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. ῎Ηδη δὲ καὶ ὡς ὅλον ἐν μέρεσι νοεῖται τὸ Πνεῦμα κατὰ τὴν τῶν χαρισμάτων διανομήν. Πάντες γὰρ ἀλλήλων ἐσμὲν μέλη͵ ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα. Διὰ τοῦτο οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί͵ χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί͵ χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλὰ πάντα μὲν ὁμοῦ συμπληροῖ τὸ σῶμα τοῦ Χριστοῦ ἐν τῇ ἑνότητι τοῦ Πνεύματος, ἀλλήλοις δὲ ἀναγκαίαν τὴν ἐκ τῶν χαρισμάτων ἀντιδίδωσιν ὠφέλειαν.Ὁ μὲν γὰρ Θεὸς ἔθετο τὰ μέλη ἐν τῷ σώματι͵ ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλησε. Τὰ μέντοι μέλη τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων͵ κατὰ τὴν πνευματικὴν κοινωνίαν τῆς συμπαθείας αὐτοῖς ὑπαρχούσης. Διόπερ εἴτε πάσχει ἓν μέλος͵ συμπάσχει πάντα τὰ μέλη͵ εἴτε δοξάζεται ἓν μέλος͵ συγχαίρει πάντα τὰ μέλη. Καὶ ὡς μέρη δὲ ἐν ὅλῳ͵ οἱ καθ΄ ἕνα ἐσμὲν ἐν τῷ Πνεύματι· ὅτι οἱ πάντες ἐν ἑνὶ σώματι͵ εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν. Ὃ δὲ παράδοξον μὲν εἰπεῖν͵ ἀληθὲς δὲ οὐδενὸς ἔλαττον͵ ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπος κατασμικρύνων τὸ Πνεῦμα͵ ἀλλὰ μᾶλλον δοξάζων. Τὰ γάρ τοι σωματικὰ τῶν ὀνομάτων καὶ ἐπὶ τὰς πνευματικὰς ἐννοίας ἐναργείας ἕνεκεν πολλάκις ὁ λόγος μετακομίζει. Τετηρήκαμεν οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τὸν ψαλμῳδὸν λέγοντα· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. Περὶ δὲ τοῦ Πνεύματος· Ἰδοὺ τόπος͵ φησί͵ παρ΄ ἐμοί͵ καὶ στῆθι ἐπὶ τῆς πέτρας͵ τί ἄλλο λέγων τὸν τόπον ἢ τὴν ἐν Πνεύματι θεωρίαν͵ ἐν ᾗ γενόμενος͵ ἐδύνατο ἰδεῖν γνωστῶς ἐμφανιζόμενον αὐτῷ τὸν Θεὸν ὁ Μωϋσῆς; Οὗτός ἐστιν ὁ τόπος ὁ τῆς ἀληθινῆς λατρείας ἴδιος. Πρόσεχε γάρ͵ φησί͵ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ· ἀλλ΄ ἐν τῷ τόπῳ͵ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Ποῖον οὖν ἐστιν ὁλοκαύτωμα πνευματικόν; Ἡ θυσία τῆς αἰνέσεως. Ἐν ποίῳ δὲ τόπῳ ταύτην προσφέρομεν; ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ποῦ τοῦτο μεμαθήκαμεν; Παρ΄ αὐτοῦ τοῦ Κυρίου λέγοντος ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνήσουσι τῷ Πατρί. Τοῦτον τὸν τόπον ἰδὼν ὁ Ἰακὼβ ἔφη ὅτι Κύριος ἐν τῷ τόπῳ τούτῳ. Ὥστε τὸ Πνεῦμα͵ τόπος ἀληθῶς τῶν ἁγίων. Καὶ ὁ ἅγιος͵ τόπος οἰκεῖος τῷ Πνεύματι ἐμπαρέχων ἑαυτὸν πρὸς ἐνοίκησιν τὴν μετὰ Θεοῦ καὶ ναὸς αὐτοῦ χρηματίζων. Ὡς γὰρ ἐν Χριστῷ λαλεῖ Παῦλος· Κατενώπιον γάρ͵ φησί͵ Θεοῦ͵ ἐν Χριστῷ λαλοῦμεν· καὶ Χριστὸς ἐν Παύλῳ͵ ὡς αὐτὸς λέγει· ῍Η δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; οὕτω καὶ ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια͵ καὶ τὸ Πνεῦμα πάλιν λαλεῖ ἐν αὐτῷ. Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα· Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον͵ ἀλλὰ συνεῖναι εἰπεῖν εὐσεβέστερον.
πηγή:http://www.ellopos.gr/mystics/basil/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου