Η θαυματουργός εικόνα "Παναγίας της Κεράς"απο το χωριό Μονή του Δημου Ανατολικού Σελίνου

Η θαυματουργός εικόνα "Παναγίας της Κεράς"απο το χωριό Μονή του Δημου Ανατολικού Σελίνου

Πέμπτη 1 Απριλίου 2010

Λόγος εις την Αγία και Μεγάλη Πέμπτη - Ιωάννου Χρυσοστόμου




ΕΙΣ ΤΗΝ ΠΡΟ∆ΟΣΙΑΝ ΤΟΥ ΙΟΥ∆Α,

Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων,

καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ.

λίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν·
ὀλίγα δὲ ἀνάγκη εἰπεῖν,
οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε·
οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.
Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν,
ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει,
ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία·
καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.
Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι,
μήτε ταύτης ἐκπέσωσιν,
ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν,
ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται,
καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων,
οὕτως ἀπέλθητε,
καὶ μετὰ φόβου καὶ τρόμου καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.

ήμερον, ἀγαπητοὶ,
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη·
τῇ γὰρ ἐπιούσῃ ἑσπέρᾳ ταύτῃ,
λαβόντες αὐτὸν,
ἀπῆλθον οἱ Ἰουδαῖοι.
Ἀλλὰ μὴ γένῃ κατηφὴς,
ἀκούσας ὅτι Ἰησοῦς παρεδόθη·
μᾶλλον δὲ γενοῦ κατηφὴς,
καὶ κλαῦσον πικρῶς,
ἀλλὰ μὴ ὑπὲρ τοῦ παραδοθέντος Ἰησοῦ,
ἀλλ' ὑπὲρ τοῦ προδότου Ἰούδα.
Ὁ μὲν γὰρ παραδοθεὶς τὴν οἰκουμένην ἔσωσεν,
ὁ δὲ προδοὺς τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε·
καὶ ὁ μὲν προδοθεὶς ἐν δεξιᾷ κάθηται τοῦ Πατρὸς ἐν τοῖς οὐρανοῖς,
ὁ δὲ παραδοὺς ἐν ᾅδου νῦν ἐστι,
τὴν ἀπαραίτητον ἀναμένων κόλασιν.
∆ιὰ τοῦτον οὖν κλαῦσον καὶ στέναξον,
διὰ τοῦτον πένθησον,
ἐπειδὴ καὶ ὁ ∆εσπότης ἡμῶν διὰ τοῦτον ἐδάκρυσεν.
Ἰδὼν γὰρ αὐτὸν,
φησὶν,
ἐταράχθη καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
Ὢ πόση εὐσπλαγχνία τοῦ ∆εσπότου!
ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος ἀλγεῖ.
Ἰδὼν γὰρ αὐτὸν,
ἐταράχθη,
φησὶ,
καὶ εἶπεν·
Εἷς ἐξ ὑμῶν παραδώσει με.
Τίνος ἕνεκεν ἠθύμησεν;
Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος,
καὶ διδάσκων ἡμᾶς,
ὅτι οὐ τὸν πάσχοντα κακῶς,
ἀλλὰ τὸν ποιοῦντα κακῶς,
τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον.
Τοῦτο γὰρ ἐκείνου χεῖρον,
μᾶλλον δὲ ἐκεῖνο μὲν οὐ κακὸν,
τὸ κακῶς παθεῖν,
κακὸν δὲ τὸ ποιῆσαι κακῶς.
Τὸ μὲν γὰρ κακῶς παθεῖν,
τὴν βασιλείαν τῶν οὐρανῶν προξενεῖ,
τὸ δὲ κακῶς ποιῆσαι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται.

ακάριοι γὰρ, φησὶν,
οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁρᾷς πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν;
Ἄκουσον πῶς τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμωρίαν.
Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων,
ὅτι Τὸν Κύριον ἀπέκτειναν,
καὶ τοὺς προφήτας ἐδίωξαν,
ἐπήγαγεν·
Ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν λαμβάνουσιν,
οἱ δὲ διώκοντες τὴν ὀργὴν κληρονομοῦσι;
Ταῦτα δέ μοι οὐχ ἁπλῶς νῦν εἴρηται,
ἀλλ' ἵνα μὴ τοῖς ἐχθροῖς ὀργιζώμεθα,
ἀλλ' ἐλεῶμεν αὐτοὺς καὶ θρηνῶμεν καὶ συναλγῶμεν αὐτοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες,
οἱ ἐχθραίνοντες ἡμῖν.
Ἂν οὕτω παρασκευάσωμεν τὴν ψυχὴν τὴν ἡμετέραν,
δυνησόμεθα αὐτῶν καὶ ὑπερεύχεσθαι.
∆ιὰ γὰρ τοῦτο τετάρτην ἡμέραν ταύτην ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς ὑπὲρ τῶν ἐχθρῶν,
ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος,
τῇ συνεχείᾳ τῆς παραινέσεως ῥιζωθείς.
∆ιὰ τοῦτο συνεχῶς ἀπαντλοῦμαι τοῖς ῥήμασιν,
ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι,
καὶ κατασταλῆναι τὴν φλεγμονὴν,
ὥστε καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα.
Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παρῄνεσε μόνον,
ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα·
μείζονα γὰρ λαμβάνεις ἢ δίδως,
ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ.
Καὶ πῶς μείζονα λαμβάνω;
φησίν.
Ἐὰν ἀφήσῃς τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα,
συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα.
Ἐκεῖνα ἀνίατά εἰσι καὶ ἀσύγγνωστα·
ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ·
Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον,
καὶ προσεύξονται περὶ αὐτοῦ·
ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ,
τίς προσεύξεται περὶ αὐτοῦ;
Ὥστε ἐκεῖνο τὸ τραῦμα οὔτε εὐχῇ ῥᾳδίως λύεται·
εὐχῇ μὲν οὐ λύεται,
συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν πλησίον λέλυται.
∆ιὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Χριστὸς,
τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα· ταῦτα δὲ ἑκατὸν δηνάρια.
Ἄφες οὖν ἑκατὸν δηνάρια,
ἵνα ἀφεθῇ σοι μύρια τάλαντα.

λλὰ τὰ μὲν περὶ τῆς εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν ἱκανῶς εἴρηται·
ἐπὶ δὲ τὸν τῆς προδοσίας,
εἰ δοκεῖ,
ἐπανέλθωμεν λόγον,
καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα,
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς,
εἶπε·
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Καὶ δοκεῖ μὲν σαφὲς εἶναι τὸ λεγόμενον,
καὶ μηδὲν πλέον αἰνίττεσθαι·
εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων,
πολλὴν ἔχει τὴν θεωρίαν,
καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
Καὶ πρῶτον, ὁ καιρός.
Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής·
οὐ γὰρ εἶπε πορευθεὶς ἁπλῶς.
ἀλλὰ προσέθηκε τὸ Τότε πορευθείς.
Τότε;
εἰπέ μοι,
πότε;
καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον;
τί με βούλεται διδάξαι;
Οὐ γὰρ ἁπλῶς εἴρηται τὸ,
Τότε,
καὶ γὰρ Πνεύματι φθεγγόμενος οὐδὲ ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται.
Τί οὖν ἐστι τὸ,
Τότε;
Πρὸ αὐτοῦ τοῦ χρόνου,
πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε πόρνη,
ἀλάβαστρον μύρου ἔχουσα,
καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου.
Ἐπεδείξατο πολλὴν θεραπείαν,
ἐπεδείξατο πολλὴν πίστιν, πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν·
μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου,
ἐγένετο βελτίων καὶ σωφρονεστέρα.
Καὶ ὅτε ἡ πόρνη μετενόησεν,
ὅτε τὸν ∆εσπότην ἐπεσπάσατο,
τότε ὁ μαθητὴς τὸν διδάσκαλον προέδωκε.
∆ιὰ τοῦτο εἶπε,
Τότε,
ἵνα μὴ κατηγορήσῃς τοῦ διδασκάλου ἀσθένειαν,
ὅταν ἴδῃς τὸν μαθητὴν προδιδόντα τὸν διδάσκαλον.
Τοσαύτη γὰρ ἦν ἡ δύναμις τοῦ διδασκάλου,
ὡς καὶ πόρνας ἐπισπᾶσθαι εἰς τὴν οἰκείαν ὑπακοήν.
Τί οὖν,
φησὶν,
ὁ πόρνας ἐπισπώμενος,
μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι;
Ἴσχυεν ἐπισπάσασθαι τὸν μαθητὴν,
ἀλλ' οὐκ ἠβούλετο ἀνάγκῃ ποιῆσαι καλὸν,
οὐδὲ βίᾳ ἑλκύσαι πρὸς ἑαυτόν.
Τότε πορευθείς.
Ἔχει τι καὶ τοῦτο οὐ μικρὸν θεώρημα,
τὸ,
Πορευθείς·
οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων,
οὐκ ἀναγκασθεὶς οὐδὲ βιασθεὶς,
ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ καὶ οἴκοθεν ἔτεκε τὸν δόλον,
καὶ τὴν γνώμην ἐξήγαγε ταύτην,
οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα.
Τί ἐστιν,
Εἷς τῶν δώδεκα;
Καὶ τοῦτο μεγίστην αὐτῷ δείκνυσιν οὖσαν τὴν κατηγορίαν τῷ εἰπεῖν,
Εἷς τῶν δώδεκα.
Καὶ γὰρ ἦσαν ἕτεροι μαθηταὶ τῷ Ἰησοῦ ἑβδομήκοντα τὸν ἀριθμόν·
ἀλλ' ἐκεῖνοι τὰ δευτερεῖα εἶχον,
ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς,
οὐδὲ τοσαύτης μετεῖχον τῆς παῤῥησίας,
οὐκ ἐκοινώνησαν ἀποῤῥήτων τοσοῦτον,
ὡς οἱ δώδεκα.
Οὗτοι μάλιστα ἦσαν δόκιμοι, καὶ ὁ περὶ τὸν βασιλέα χορὸς οὗτος ἦν·
αὕτη ἡ συμμορία ἡ περὶ τὸν διδάσκαλον,
καὶ ἀπὸ ταύτης ἐξεπήδησεν ὁ Ἰούδας.
Ἵν' οὖν μάθῃς ὅτι οὐ μαθητὴς ἁπλῶς αὐτὸν προὔδωκεν,
ἀλλὰ τῆς δοκιμωτάτης τάξεως εἷς,
διὰ τοῦτό φησιν·
Εἷς τῶν δώδεκα.
Καὶ οὐκ αἰσχύνεται ὁ ταῦτα γράψας Ματθαῖος.
Τίνος ἕνεκεν οὐκ αἰσχύνεται;
Ἵνα μάθῃς,
ὅτι πανταχοῦ μετὰ ἀληθείας πάντα φθέγγονται,
καὶ οὐδὲν ἀποκρύπτονται,
οὐδὲ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα.
Ταῦτα γὰρ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα,
ταῦτα δείκνυσι τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν·
ὅτι τὸν προδότην,
τὸν λῃστὴν,
τὸν κλέπτην,
τοσούτων ἠξίωσεν ἀγαθῶν,
καὶ μέχρι τῆς ἐσχάτης διαβαστάζων αὐτὸν διετέλει τῆς ὥρας·
καὶ γὰρ ἐνουθέτει καὶ παρῄνει καὶ πάντα τρόπον ἐπεμελεῖτο.
Εἰ δὲ μὴ προσεῖχεν ἐκεῖνος,
οὐχ ὁ Κύριος αἴτιος·
καὶ μάρτυς ἡ πόρνη·
αὕτη γὰρ προσέχουσα ἑαυτῇ ἐσώθη.
Μὴ τοίνυν ἀπογνῷς σεαυτοῦ,
πρὸς τὴν πόρνην ἀπιδών·
μηδὲ θαῤῥήσῃς σεαυτῷ,
πρὸς τὸν Ἰούδαν ἰδών.
Ἀμφότερα γὰρ ταῦτα ὀλέθρια,
καὶ τὸ θαῤῥεῖν,
καὶ τὸ ἀπογινώσκειν·
τὸ μὲν γὰρ θαῤῥεῖν τὸν ἑστηκότα ποιεῖ πεσεῖν,
τὸ δὲ ἀπογινώσκειν τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι.
∆ιὰ τοῦτο ὁ Παῦλος παρῄνει λέγων·
Ὁ δοκῶν ἑστάναι,
βλεπέτω μὴ πέσῃ.
Ἔχεις ἀμφοτέρων τὰ παραδείγματα,
πῶς ὁ μαθητὴς δοκῶν ἑστάναι,
ἔπεσε·
καὶ πῶς ἡ πόρνη κειμένη, ἀνέστη.
Εὐόλισθον ἡμῶν ἡ γνώμη,
εὐπερίτρεπτον ἡ προαίρεσις·
διὰ τοῦτο ἑαυτοὺς πανταχόθεν ἀσφαλίζεσθαι καὶ τειχίζεσθαι χρή.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα,
Ἰούδας Ἰσκαριώτης.
Ὁρᾷς ἀπὸ ποίου χοροῦ ἐξέπεσεν;
ὁρᾷς ποίας διδασκαλίας κατεφρόνησεν;
ὁρᾷς ὅσον κακόν ἐστιν ἡ ῥᾳθυμία καὶ ἡ ὀλιγωρία;
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης.
Τί μοι λέγεις αὐτοῦ τὴν πόλιν;
Εἴθε μὴ τοῦτον ἐγίνωσκον!
Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης.
Τίνος ἕνεκεν τὴν πόλιν αὐτοῦ λέγεις;
Ἦν ἕτερος Ἰούδας μαθητὴς,
ζηλωτὴς ἐπικαλούμενος.
Ἵν' οὖν διὰ τῆς ὁμωνυμίας μὴ γένηταί τις πλάνη,
διεῖλε τοῦτον ἀπ' ἐκείνου,
καὶ ἐκεῖνον μὲν ἀπὸ τῆς ἀρετῆς ὠνόμασεν,
Ἰούδας ὁ ζηλωτής·
τοῦτον δὲ οὐκ ὠνόμασεν ἀπὸ τῆς κακίας·
οὐ γὰρ εἶπεν,
Ἰούδας ὁ προδότης.
Καίτοι ἐχρῆν,
ὥσπερ ἐκεῖνον ἀπὸ τῆς ἀρετῆς ἐκάλεσεν,
οὕτω καὶ τοῦτον ἀπὸ τῆς κακίας προσαγορεῦσαι,
καὶ εἰπεῖν,
Ἰούδας ὁ προδότης·
ἀλλ' ἵνα σε παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶτταν,
καὶ αὐτοῦ τοῦ προδότου φείδεται.
Πορευθεὶς γὰρ,
φησὶν,
εἷς τῶν δώδεκα,
Ἰούδας Ἰσκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς·
Τί μοι θέλετε δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Ὢ τῆς μιαρᾶς ἐκείνης φωνῆς!
Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος;
πῶς ἐκίνησε τὴν γλῶσσαν;
πῶς οὐκ ἐνάρκησεν ἅπαν τὸ σῶμα;
πῶς οὐκ ἐξέστη ἡ διάνοια;

ί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Ταῦτά σε ἐπαίδευσεν ὁ Χριστὸς,
εἰπέ μοι;
οὐ διὰ τοῦτο ἔλεγε,
Μὴ κτήσασθε χρυσὸν,
μηδὲ ἄργυρον,
μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
ἄνωθεν προαναστέλλων σου τῆς φιλαργυρίας τὴν ὑπόθεσιν;
οὐ ταῦτα παρῄνει διηνεκῶς καὶ μετὰ τούτων ἔλεγεν,
Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην;
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Ὢ τῆς ἀπονοίας!
Ἀντὶ τίνος,
εἰπέ μοι;
τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων,
παραδίδως τὸν διδάσκαλον;
ὅτι σοι παρέδωκε τῶν δαιμόνων τὴν ἐξουσίαν;
ὅτι νοσήματα λύειν ἐποίησεν;
ὅτι λέπρας καθαίρειν;
ὅτι νεκροὺς ἀνιστᾷν;
ὅτι τῇ τυραννίδι ἐπέστησε τοῦ θανάτου;
ἀντὶ τούτων τῶν εὐεργεσιῶν ταύτας δίδως τὰς ἀμοιβάς;
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω.
αὐτόν;
Ὢ τῆς ἀπονοίας!
μᾶλλον δὲ,
ὢ τῆς φιλαργυρίας!
πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά·
ἐκείνης αὐτὸς ἐπιθυμήσας,
προὔδωκε τὸν διδάσκαλον.
Τοιοῦτον γάρ ἐστιν ἡ πονηρὰ ῥίζα ἐκείνη, δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς,
καὶ ποιεῖ πάντας ἀγνοεῖν,
καὶ ἑαυτὸν καὶ τοὺς πλησίον καὶ τοὺς τῆς φύσεως νόμους,
καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν καὶ παραπλῆγας ἐργάζεται.
Ὅρα γὰρ πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς·
τὴν ὁμιλίαν,
τὴν συνήθειαν,
τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ,
τὰ θαύματα,
τὴν διδασκαλίαν,
τὴν παραίνεσιν,
τὴν νουθεσίαν·
ταῦτα πάντα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία τότε.
∆ιὰ τοῦτο εἰκότως ὁ Παῦλος ἔλεγεν,
ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία.
–Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν.
Πολλὴ ἡ ἀπόνοια τοῦ ῥήματος.
Παραδίδως,
εἰπέ μοι,
τὸν πάντα κρατοῦντα,
τὸν δαιμόνων ἐξουσιάζοντα,
τῇ θαλάττῃ ἐπιτάττοντα,
τὸν τῆς φύσεως ἁπάντων ∆εσπότην;
Ἵν' οὖν αὐτοῦ καταστείλῃ τὴν ἀπόνοιαν,
καὶ δείξῃ ὅτι εἰ μὴ ἐβούλετο,
οὐκ ἂν παρεδόθη, ἄκουσον τί ποιεῖ.
Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας,
ὅτε ἐπῆλθον αὐτῷ,
ξύλα ἔχοντες καὶ λαμπάδας καὶ φῶς,
λέγει αὐτοῖς·
Τίνα ζητεῖτε;
καὶ ἠγνόουν ὃν ἤμελλον συλλαμβάνειν.
Τοσοῦτον ἀπεῖχε τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν ὁ Ἰούδας,
ὅτι οὐδὲ ἑώρα παρόντα,
ὃν ἤμελλε παραδώσειν,
καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου.
Ὅτι γὰρ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς,
φησί·
Λαμπάδας εἶχον καὶ φῶς,
καὶ οὐχ ἑώρων αὐτόν.
Καὶ καθ' ἑκάστην δὲ αὐτὸν ὑπεμίμνησκεν ἡμέραν,
καὶ δι' ἔργων,
καὶ διὰ ῥημάτων,
δεικνὺς ὅτι οὐ λήσεται προδιδούς.
Καὶ οὔτε φανερῶς αὐτὸν ἤλεγχεν ἐπὶ πάντων,
ὥστε μὴ ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι·
οὔτε παρεσιώπα,
ἵνα μὴ νομίζων λανθάνειν,
ἀδεῶς ἐπιχειρῇ τὴν προδοσίαν,
ἀλλὰ συνεχῶς ἔλεγεν,
Εἷς ἐξ ὑμῶν παραδώσει με·
οὐ μέντοι φανερὸν αὐτὸν καθίστη.
Πολλοὺς δὲ καὶ περὶ γεέννης διῆλθε λόγους,
πολλοὺς καὶ περὶ βασιλείας,
καὶ τὴν ἐφ' ἑκάτερα δύναμιν ἐπεδείξατο,
τὴν ἐν τῷ κολάζειν τοὺς ἁμαρτάνοντας,
καὶ τὴν ἐν τῷ τιμᾷν τοὺς κατορθοῦντας.
Ἀλλὰ ταῦτα πάντα ἐκεῖνος παρεκρούσατο,
ὁ δὲ Θεὸς βίᾳ οὐχ εἵλκυσεν.
Ἐπειδὴ γὰρ κυρίους ἡμᾶς ἐποίησε καὶ τῆς τῶν φαύλων καὶ τῆς τῶν ἀγαθῶν πράξεων αἱρέσεως,
καὶ ἑκόντας εἶναι βούλεται καλούς·
διὰ τοῦτο,
ἂν μὴ βουλοίμεθα,
οὐ βιάζεται οὐδ' ἀναγκάζει·
τὸ γὰρ βιασθέντα εἶναι χρηστὸν,
οὐκ ἔστιν εἶναι χρηστόν.
Ἐπεὶ οὖν κἀκεῖνος γνώμης κύριος ἦν,
καὶ ἐν ἐξουσίᾳ τοῦ μὴ πεισθῆναι,
καὶ πρὸς φιλαργυρίαν μὴ ἀποκλῖναι,
διὰ τοῦτο ἀπετυφλώθη τὴν διάνοιαν,
καὶ τὴν σωτηρίαν τὴν ἑαυτοῦ προέδωκε·
καί φησι,
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Ἐλέγχων τοίνυν τοῦ νοὸς αὐτοῦ τὴν τύφλωσιν καὶ τὴν ἀπόνοιαν ὁ εὐαγγελιστὴς,
φησίν·
Ἐν τῷ καιρῷ τῆς ἐφόδου ὁ Ἰούδας εἱστήκει ἐγγὺς αὐτῶν,
ἐκεῖνος ὁ εἰπών·
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι θεάσασθαι τὴν δύναμιν τοῦ Χριστοῦ,
ἀλλ' ὅτι καὶ φωνὴν ἀφέντος ψιλὴν,
ἀπῆλθον καὶ ἔπεσον χαμαί.
Ἐπειδὴ δὲ οὐδὲ οὕτως ἀφίσταντο τῆς ἀναισχυντίας,
λοιπὸν ἑαυτὸν παραδίδωσι,
μονονουχὶ λέγων·
Ἐγὼ τὸ ἐμαυτοῦ ὅλον ἐποίησα,
τὴν δύναμιν ἐξεκάλυψα τὴν ἐμαυτοῦ,
ἔδειξα ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε πράγμασιν.
Ἠβουλήθην καταστεῖλαι ὑμῶν τὴν πονηρίαν·
ἐπειδὴ δὲ ὑμεῖς οὐκ ἠβουλήθητε,
ἀλλ' ἐπιμένετε παραπαίοντες,
ἰδοὺ παραδίδωμι ἐμαυτόν.
Ταῦτα δέ μοι εἴρηται,
ἵνα μὴ κατηγορῶσί τινες τοῦ Χριστοῦ,
λέγοντες·
∆ιὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν;
διὰ τί οὐκ ἐποίησεν αὐτὸν σώφρονα καὶ ἐπιεικῆ;
Πῶς ἔδει ἐπιεικῆ ποιῆσαι αὐτόν;
ἀνάγκῃ,
ἢ γνώμῃ;
Εἰ μὲν ἀνάγκῃ,
οὐδ' οὕτως ἔμελλεν ἔσεσθαι βελτίων·
οὐδεὶς γὰρ ἀνάγκῃ γένοιτ' ἂν ἀγαθός·
εἰ δὲ γνώμῃ καὶ προαιρέσει,
πάντα τὰ δυνάμενα διορθῶσαι προαίρεσιν καὶ γνώμην εἰσήνεγκεν.
Εἰ δὲ μὴ ἐβουλήθη δέξασθαι τὸ φάρμακον,
οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα,
ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουσαμένου.
Ὅρα οὖν ὅσα ἐποίησεν,
ὥστε αὐτὸν ἀνακτήσασθαι καὶ διασῶσαι.
Ἐδίδασκεν αὐτὸν πᾶσαν φιλοσοφίαν διὰ πραγμάτων,
διὰ ῥημάτων,
ἀνώτερον αὐτὸν τῶν δαιμόνων ἐποίησε,
θαύματα ἐργάζεσθαι πολλὰ παρεσκεύασεν,
ἐφόβησε τῇ τῆς γεέννης ἀπειλῇ,
προετρέψατο τῇ τῆς βασιλείας ἐπαγγελίᾳ·
ἤλεγξε διηνεκῶς τὰ ἀπόῤῥητα αὐτοῦ βουλεύματα,
ἐλέγχων δὲ οὐκ ἐδημοσίευε·
τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψεν,
ἁλῶν αὐτῷ καὶ τραπέζης ἐκοινώνησεν·
οὐδὲν,
οὐ μικρὸν,
ἢ μέγα ἐνέλιπεν·
ὁ δὲ ἑκὼν ἔμεινεν ἀδιόρθωτος.
Καὶ ἵνα μάθῃς,
ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν,
ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο, ἄκουσον.
Ἐπειδὴ γὰρ παρέδωκεν αὐτὸν,
ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια,
καί φησιν·
Ἥμαρτον παραδοὺς αἷμα δίκαιον.
Τί γέγονεν;
Ὅτε θαυματουργοῦντα εἶδες,
οὐκ ἔλεγες,
Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον·
ἀλλὰ,
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Ἐπειδὴ δὲ τὸ κακὸν προεχώρησε,
καὶ ἡ προδοσία τέλος ἔσχε,
καὶ ἡ ἁμαρτία ἀπήρτιστο,
τότε ἐπέγνως τὴν ἁμαρτίαν.
Τί οὖν ἐντεῦθεν μανθάνομεν;
Ὅτι ὅταν μὲν ῥᾳθυμῶμεν,
οὐδὲ παραίνεσις ἡμᾶς ὠφελεῖ·
ὅταν δὲ σπουδάζωμεν,
καὶ αὐτοὶ ἀφ' ἑαυτῶν διαναστῆναι δυνάμεθα.
Καὶ γὰρ καὶ οὗτος,
ὅτε παρῄνει μὲν ὁ διδάσκαλος,
οὐκ ἤκουεν·
ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν,
τὸ οἰκεῖον συνειδὸς ἐπανέστη,
καὶ μηδενὸς ὄντος διδασκάλου μετεβάλετο,
καὶ κατέγνω τῶν τετολμημένων,
καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.
Τί θέλετέ μοι δοῦναι,
κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Καὶ ἔστησαν,
φησὶν,
αὐτῷ τριάκοντα ἀργύρια.
Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος.
Τί λαμβάνεις τριάκοντα ἀργύρια,
ὦ Ἰούδα;
∆ωρεὰν ἦλθεν ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα τοῦτο ὑπὲρ τῆς οἰκουμένης,
ὑπὲρ οὗ σύμφωνα σὺ ποιεῖς καὶ συναλλάγματα ἀναιδῆ.
Τί γὰρ ἀναιδέστερον τοῦ συναλλάγματος τούτου;

ότε προσῆλθον οἱ μαθηταί.
Τότε·
πότε;
Ὅτε ταῦτα ἐγένετο,
ὅτε ἡ προδοσία προεχώρησεν,
ὅτε ἑαυτὸν ἀπώλεσεν ὁ Ἰούδας,
Προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Εἶδες μαθητήν; εἶδες μαθητάς;
Ἐκεῖνος προδίδωσι τὸν ∆εσπότην,
οὗτοι περὶ τὸ Πάσχα μεριμνῶσιν· ἐκεῖνος σύμφωνα ποιεῖ,
οὗτοι πρὸς ὑπηρεσίαν παρεσκεύαζον.
Τῶν αὐτῶν ἀπέλαυσαν κἀκεῖνος καὶ οὗτοι θαυμάτων,
τῶν αὐτῶν διδαγμάτων,
τῆς αὐτῆς ἐξουσίας·
πόθεν οὖν ἡ μεταβολή;
Ἀπὸ τῆς προαιρέσεως·
αὕτη πάντων αἰτία πανταχοῦ καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν.
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ἡ ἑσπέρα αὕτη ἦν τότε·
ἐπεὶ οὖν οἰκίαν οὐκ εἶχεν ὁ ∆εσπότης,
διὰ τοῦτο αὐτῷ λέγουσι·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Οὐκ ἔχομεν καταγώγιον ὡρισμένον,
οὐκ ἔχομεν σκηνὴν,
οὐδὲ οἰκίαν.
Μανθανέτωσαν οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας,
καὶ τὰς εὐρείας στοὰς,
καὶ τοὺς μακροὺς περιβόλους,
ὅτι οὐκ εἶχεν ὁ Χριστὸς ποῦ τὴν κεφαλὴν κατακλῖναι.
∆ιὸ ἐρωτῶσιν οὗτοι·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ποῖον Πάσχα;
Οὐχὶ τοῦτο τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰουδαϊκὸν τέως·
ἐκεῖνο μὲν γὰρ οἱ μαθηταὶ παρεσκεύασαν,
τοῦτο δὲ τὸ ἡμέτερον αὐτὸς κατεσκεύασεν·
οὐ μόνον δὲ αὐτὸς αὐτὸ κατεσκεύασεν,
ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο.
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ἐκεῖνο Ἰουδαϊκὸν ἦν τὸ Πάσχα,
ἐκεῖνο ἐν Αἰγύπτῳ τὴν ἀρχὴν ἔλαβε.
Τίνος οὖν ἕνεκεν τρώγει αὐτὸ ὁ Χριστός;
Ὅτι πάντα τὰ νομικὰ ἐπλήρωσε.
Καὶ γὰρ ὅτε ἐβαπτίζετο, ἔλεγεν·
Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.
Ἦλθον ἐκ τῆς τοῦ νόμου κατάρας ἐξαγοράσαι τὸν ἄνθρωπον.
Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμψε γεννώμενον ἐκ γυναικὸς,
γενόμενον ὑπὸ νόμον,
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ,
καὶ αὐτὸν ἀναπαύσῃ τὸν νόμον.
Ἵνα οὖν μή τις λέγῃ,
ὅτι διὰ τοῦτο αὐτὸν κατήργησεν,
ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο,
ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον ὄντα,
πρῶτον αὐτοῦ πληρώσας ἅπαντα,
τότε κατέλυσε.
∆ιὰ τοῦτο καὶ τὸ Πάσχα ἐποίησε·
νόμου γὰρ ἦν ἐπίταγμα τὸ Πάσχα.
Καὶ τίνος ἕνεκεν ὁ νόμος ἐπέταξε τὸ Πάσχα ἐσθίειν;
Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι,
καὶ παρ' αὐτὰς τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ προστάγματος τοῦ Θεοῦ.
Καὶ γὰρ ὅτε ἐξῆλθον ἐξ Αἰγύπτου,
ἰδόντες θάλασσαν σχιζομένην καὶ συνιοῦσαν πάλιν,
καὶ ἄλλα μυρία θαύματα,
ἔλεγον·
Ποιήσωμεν ἑαυτοῖς θεοὺς,
οἳ προπορεύσονται ἡμῶν.
Τί λέγεις;
τὰ θαύματα ἐν χερσὶν ἔτι,
καὶ ἐπελάθου τοῦ εὐεργέτου;
Ἐπεὶ οὖν οὕτως ἦσαν ἀναίσθητοι καὶ ἀγνώμονες,
τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς,
καὶ διὰ τοῦτο καὶ τὸ Πάσχα θύειν ἐκέλευσεν,
Ἵνα,
ἐάν σε ἐρωτήσῃ,
φησὶν,
ὁ υἱός σου,
Τί ἐστι τὸ Πάσχα τοῦτο;
εἴπῃς,
ὅτι Τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰγύπτῳ,
ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ εἰσπηδῆσαι,
καὶ ἐπαγάγῃ πληγήν.
Καὶ ἦν ἡ ἑορτὴ λοιπὸν ὑπόμνησις σωτηρίας διηνεκής.
Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐκέρδαινον,
ὅτι τῶν παλαιῶν αὐτοὺς ἀνεμίμνησκεν εὐεργετημάτων,
ἀλλὰ καὶ ἕτερον μεῖζον,
ὅτι τὰ μέλλοντα προδιετύπου.
Καὶ γὰρ τύπος ἦν ἐκεῖνος ὁ ἀμνὸς ἑτέρου ἀμνοῦ πνευματικοῦ,
καὶ πρόβατον προβάτου·
καὶ τὸ μὲν ἦν σκιὰ,
τὸ δὲ ἀλήθεια.
Ἐπειδὴ δὲ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος,
ἡ σκιὰ λοιπὸν ἐπαύσατο·
ἡλίου γὰρ ἀνίσχοντος, κρύπτεται ἡ σκιά.
∆ιὰ τοῦτο γὰρ ἐν αὐτῇ τῇ τραπέζῃ ἑκάτερον γίνεται Πάσχα,
καὶ τὸ τοῦ τύπου,
καὶ τὸ τῆς ἀληθείας.
Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιάγουσι καὶ τὴν σκιὰν γράφουσι,
καὶ τότε τὴν ἀλήθειαν τῶν χρωμάτων αὐτῷ ἐπιτιθέασιν·
οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν·
ἐπ' αὐτῆς τῆς τραπέζης καὶ τὸ τυπικὸν Πάσχα ὑπέγραψε,
καὶ τὸ ἀληθινὸν προσέθηκε·
Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
Ἦν τὸ Ἰουδαϊκὸν Πάσχα τότε·
ἀλλὰ τοῦ ἡλίου ἐλθόντος,
μηκέτι λύχνος φαινέτω,
τῆς ἀληθείας παραγενομένης,
ἀργείτω λοιπὸν ἡ σκιά.

αῦτα πρὸς Ἰουδαίους λέγω,
ἐπειδὴ δοκοῦσι Πάσχα ποιεῖν,
ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προβάλλουσιν οἱ ἀπερίτμητοι ταῖς καρδίαις.
Πῶς,
εἰπέ μοι,
τὸ Πάσχα ἐπιτελεῖς,
ὦ Ἰουδαῖε;
Ὁ ναὸς κατέσκαπται,
ὁ βωμὸς ἀνῄρηται,
τὰ Ἅγια τῶν ἁγίων πεπάτηται,
πάσης θυσίας εἶδος λέλυται·
τίνος οὖν ἕνεκεν ταῦτα τολμᾷς τὰ παράνομα πράττειν πράγματα;
Ἀπῆλθες εἰς Βαβυλῶνά ποτε,
κἀκεῖ ἔλεγον οἱ αἰχμαλωτεύσαντές σε·
Ἄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών·
καὶ οὐκ ἠνέσχου.
Καὶ ταῦτα δεικνὺς ὁ ∆αυῒδ,
ἔλεγεν·
Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος,
ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν·
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν,
τουτέστι, ψαλτήριον,
κιθάραν,
λύραν,
καὶ τὰ λοιπά·
τούτοις γὰρ ἐκέχρηντο τὸ παλαιὸν,
καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον.
Καὶ ταῦτα ἀπελθόντες εἰς τὴν αἰχμαλωσίαν,
ἔλαβον,
ἵν' ἔχωσι τὴν ὑπόμνησιν τῆς πολιτείας τῆς ἐν τῇ πατρίδι,
οὐχ ἵνα χρήσωνται.
Ἐκεῖ γὰρ, φησὶν,
ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν.
Καὶ εἴπομεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Τί λέγεις;
τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας,
καὶ τὸ Πάσχα Κυρίου ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας;
Εἶδες τὴν ἀγνωμοσύνην·
εἶδες τὴν παρανομίαν;
Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες,
οὐδὲ ψαλμὸν εἰπεῖν ἐτόλμων ἐπὶ γῆς ἀλλοτρίας·
νῦν δὲ ἀφ' ἑαυτῶν,
μηδενὸς ἀναγκάζοντος μηδὲ βιαζομένου,
πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν.
Ὁρᾷς πῶς ἀκάθαρτα τὰ ἄζυμα;
πῶς παράνομος ἡ ἑορτή;
πῶς Πάσχα οὐκ ἔστιν Ἰουδαϊκόν,
Ἦν Πάσχα Ἰουδαϊκόν ποτε,
ἀλλ' ἐλύθη νῦν,
καὶ ἐπῆλθε τὸ πνευματικὸν Πάσχα,
ὃ παρεδίδου τότε ὁ Χριστός.
Ἐσθιόντων γὰρ αὐτῶν καὶ πινόντων,
φησὶ, λαβὼν ἄρτον,
ἔκλασε καὶ εἶπε·
Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν.
Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα.
Καὶ πάλιν τὸ ποτήριον, λέγων·
Τοῦτό ἐστι τὸ αἷμά μου,
τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Καὶ παρῆν ὁ Ἰούδας,
τοῦ Χριστοῦ ταῦτα λέγοντος.
Τοῦτό ἐστι τὸ σῶμα,
ὃ ἐπώλησας, Ἰούδα,
τριάκοντα ἀργυρίων·
τοῦτό ἐστι τὸ αἷμα,
ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους.
Ὢ τῆς τοῦ Χριστοῦ φιλανθρωπίας!
ὢ τῆς τοῦ Ἰούδα παραπληξίας!
ὢ τῆς μανίας!
ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν τριάκοντα δηναρίων·
ὁ Χριστὸς δὲ καὶ μετὰ τοῦτο οὐ παρῃτήσατο αὐτὸ τὸ αἷμα τὸ πραθὲν δοῦναι εἰς ἄφεσιν ἁμαρτιῶν τῷ πεπρακότι,
εἴ γε ἠθέλησε.
Καὶ γὰρ παρῆν Ἰούδας,
καὶ μετεῖχε τῆς ἱερᾶς τραπέζης.
Ὥσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν,
οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέζης,
ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν,
ἐὰν ἐπιμείνῃ τῇ πονηρίᾳ.
Πάντα γὰρ τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο,
καὶ εἰσήνεγκεν·
ὁ δὲ ἔμεινε τὴν πονηρὰν διατηρῶν γνώμην.

λλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ προσελθεῖν τραπέζῃ.
Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως·
καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι,
μηδεὶς ἔστω πονηρὸς,
μηδεὶς ἔχων ἰὸν,
μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων,
ἄλλα δὲ ἐπὶ τῆς διανοίας.
Πάρεστιν ὁ Χριστὸς,
καὶ νῦν ἐκεῖνος ὁ τὴν τράπεζαν διακοσμήσας ἐκείνην,
οὗτος καὶ ταύτην διακοσμεῖ νῦν.
Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα Χριστοῦ,
ἀλλ' αὐτὸς ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν Χριστός.
Σχῆμα πληρῶν ἕστηκεν ὁ ἱερεὺς,
τὰ ῥήματα φθεγγόμενος ἐκεῖνα·
ἡ δὲ δύναμις καὶ ἡ χάρις τοῦ Θεοῦ ἐστι.
Τοῦτό μου ἐστὶ τὸ σῶμα,
φησί.
Τοῦτο τὸ ῥῆμα μεταῤῥυθμίζει τὰ προκείμενα·
καὶ καθάπερ ἡ φωνὴ ἐκείνη ἡ λέγουσα·
Αὐξάνεσθε,
καὶ πληθύνεσθε,
καὶ πληρώσατε τὴν γῆν,
ἐῤῥέθη μὲν ἅπαξ,
διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ ἐνδυναμοῦσα τὴν φύσιν τὴν ἡμετέραν πρὸς παιδοποιίαν·
οὕτω καὶ ἡ φωνὴ αὕτη ἅπαξ λεχθεῖσα καθ' ἑκάστην τράπεζαν ἐν ταῖς Ἐκκλησίαις ἐξ ἐκείνου μέχρι σήμερον καὶ μέχρι τῆς αὐτοῦ παρουσίας,
τὴν θυσίαν ἀπηρτισμένην ἐργάζεται.
Μηδεὶς τοίνυν ὕπουλος ἔστω,
μηδεὶς πονηρίας γέμων,
μηδεὶς ἰὸν ἔχων ἐν τῇ διανοίᾳ,
ἵνα μὴ εἰς κατάκριμα μεταλαμβάνῃ.
Καὶ γὰρ τότε,
μετὰ τὸ λαβεῖν τὴν προσφορὰν,
ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβολος,
οὐ τοῦ σώματος καταφρονήσας τοῦ ∆εσποτικοῦ,
ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα,
ἵνα μάθῃς,
ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων,
τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος,
ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε.
Αἱ γὰρ τιμαὶ τοὺς μὲν ἀξίους ὠφελοῦσι,
τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαύοντας εἰς μείζονα τιμωρίαν ἐμβάλλουσι.
Καὶ ταῦτα,
οὐχ ἵνα φοβήσω,
λέγω,
ἀλλ' ἵνα ἀσφαλίσωμαι.
Μηδεὶς τοίνυν ἔστω Ἰούδας,
μηδεὶς εἰσιὼν ἰὸν ἐχέτω πονηρίας.
Τροφὴ γάρ ἐστι πνευματικὴ ἡ θυσία·
καὶ καθάπερ ἡ σωματικὴ τροφὴ,
ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ,
πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν,
οὐ παρὰ τὴν οἰκείαν φύσιν,
ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός·
οὕτω δὴ καὶ ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε.
Καὶ γὰρ καὶ αὐτὰ,
ἐπειδὰν εἰς ψυχὴν ἐμπέσῃ πονηρίας γέμουσαν,
μᾶλλον αὐτὴν διαφθείρει καὶ ἀπόλλυσιν,
οὐ παρὰ τὴν οἰκείαν φύσιν,
ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς δεξαμένης ψυχῆς.
Μηδεὶς τοίνυν ἐχέτω ἔνδον πονηροὺς λογισμοὺς,
ἀλλὰ καθάρωμεν τὴν διάνοιαν·
καὶ γὰρ καθαρᾷ προσερχόμεθα θυσίᾳ·
ἁγίαν ποιήσωμεν τὴν ψυχήν·
δυνατὸν γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τοῦτο γενέσθαι.
Πῶς καὶ τίνι τρόπῳ;
Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ,
ἔξελε τὴν ὀργὴν, θεράπευσον τὴν πληγὴν,
λῦσον τὴν ἔχθραν,
ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης·
θυσίᾳ γὰρ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ.
Αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς·
ἐσφαγμένος πρόκειται ὁ Χριστός.
Καὶ τίνος ἕνεκεν ἐσφάγη,
καὶ διὰ τί;
Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς,
ἵνα καὶ ἀγγέλων φίλον σε ποιήσῃ,
ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ,
ἐχθρὸν ὄντα σε καὶ πολέμιον,
ἵνα ποιήσῃ φίλον.
Ἐκεῖνος τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τῶν μισούντων·
σὺ δὲ τὸν σύνδουλον μένεις ἐχθραίνων;
καὶ πῶς δύνῃ βαδίσαι ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν;
Κἀκεῖνος μὲν οὐδ' ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο·
σὺ δὲ ὀργὴν ἀφεῖναι τῷ συνδούλῳ σου διὰ σαυτὸν οὐκ ἀνέχῃ;
καὶ ποίας ταῦτα συγγνώμης ἄξια;
Ἐπηρέασε,
φησὶ,
καὶ τὰ μέγιστα ἐπλεονέκτησε.
Καὶ τί τοῦτο;
Εἰς χρήματα πάντως ἡ ζημία·
οὐδέπω γὰρ ἔτρωσε, καθάπερ τὸν Χριστὸν ὁ Ἰούδας·
ἀλλ' ὅμως καὶ αὐτὸ τὸ αἷμα,
ὅπερ ἐξέχεεν,
εἰς σωτηρίαν αὐτοῖς τοῖς ἐκχέασιν ἔδωκε.
Τί τούτου ἴσον ἔχεις εἰπεῖν;
Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ,
οὐκ ἐκεῖνον ἠδίκησας,
ἀλλὰ σαυτόν·
ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας·
σαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν εἰς τὴν μέλλουσαν ἡμέραν.
Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς,
ὡς μνησίκακον ἄνθρωπον,
ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν.
Ἄκουσον γοῦν τί φησιν·
Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον,
κἀκεῖ μνησθῇς ἄνω παρεστὼς ἐπὶ τῷ θυσιαστηρίῳ,
ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
ἄφες τὸ δῶρόν σου ἐπὶ τοῦ θυσιαστηρίου,
καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου,
καὶ τότε πρόσφερε τὸ δῶρόν σου.
Τί λέγεις,
Ἀφήσω,
Ναὶ,
φησί·
διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου καὶ αὕτη ἡ θυσία γέγονεν.
Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν γέγονεν ἡ θυσία,
σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην,
εἰκῆ μετέχεις τῆς θυσίας· ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε.
Ποίησον τοίνυν ἐκεῖνο πρῶτον,
δι' ὅπερ ἡ θυσία προσενήνεκται,
καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς.
∆ιὰ τοῦτο κατῆλθεν ὁ Υἱὸς τοῦ Θεοῦ,
ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ ∆εσπότῃ·
διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν,
ἀλλ' ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς.
Μακάριοι γὰρ,
φησὶν,
οἱ εἰρηνοποιοὶ,
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὅπερ γὰρ ἐποίησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ,
τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην,
εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις.
∆ιὰ τοῦτό σε καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν·
διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς,
ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς,
δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο.
Ἐβουλόμην παρεκτεῖναι τὸν λόγον,
ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς προσέχουσιν,
ἐὰν μνημονεύωσι.
Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων,
ἀγαπητοὶ,
καὶ τῶν ἁγίων φιλημάτων,
καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους.
Τοῦτο γὰρ συμπλέκει τὰς διανοίας ἡμῶν,
καὶ ποιεῖ σῶμα γενέσθαι ἓν ἅπαντας,
ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν οἱ πάντες.
Κεράσωμεν οὖν ἑαυτοὺς εἰς σῶμα ἓν,
οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες,
ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες·
οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης.
Κἂν γὰρ μυρία ἔχωμεν δικαιώματα,
μνησίκακοι δὲ ὦμεν,
πάντα εἰκῆ καὶ μάτην,
καὶ οὐδὲν ἐξ αὐτῶν εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα.
Ταῦτα οὖν συνειδότες,
πᾶσαν καταλύσωμεν ὀργὴν,
καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς,
μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ,
μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ,
κράτος,
ἅμα τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

www.imka.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου